Προεπισκόπηση

Κυριακή 7 Απριλίου 2013

Σύντομες προσευχές για διάφορες περιστάσεις

Σύντομες προσευχές για διάφορες περιστάσεις
Υπάρχουν περιπτώσεις πού αισθανόμαστε κάθε ημέρα την ψυχική ανάγκη να εκπληρώσουμε τα θρησκευτικά μας καθήκοντα π.χ. να ανάψουμε το κανδήλι στο σπίτι μας, λέγοντας και κάποια λόγια προσευχής, ώστε να μην είναι ή πράξις μας τύπος, αλλά και ουσία. Για τις περιπτώσεις αυτές παραθέτουμε μερικές ολιγόλογες προσευχές.

Προσευχή προ του φαγητού
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χριστὲ ὁ Θεός, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων σου, ὅτι Ἅγιος εἶ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Προσευχή μετά το φαγητό
Εὐχαριστοῦμέν σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων σου ἀγαθῶν· μὴ στερήσῃς ἡμᾶς καὶ τῆς ἐπουρανίου σου βασιλείας· ἀλλ᾿ ὡς ἐν μέσῳ τῶν Μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ᾿ ἡμῶν, καὶ σῶσον ἡμᾶς.

Προσευχή όταν φεύγουμε από το σπίτι για την εργασία μας
Τὰ διαβήματά μου κατεύθυνον, Κύριε, κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.

Προσευχή όταν θυμιάζουμε στο σπίτι
Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή, εἰσάκουσόν με, Κύριε.
Θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς· ὃ προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου Θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ Παναγίου σου Πνεύματος.

Προσευχή όταν πίνουμε Αγιασμό
Κύριε, ποίησον αὐτὸ καὶ δι᾿ ἐμὲ «Ἀφθαρσίας πηγήν, ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, νοσημάτων ἀλεξιτήριον, δαίμοσιν ὀλέθριον, ταῖς ἐναντίαις δυνάμεσιν ἀπρόσιτον, ἀγγελικῆς ἰσχύος πεπληρωμένον».

Προσευχή όταν χρησιμοποιούμε λάδι κανδήλας ή άλλο Αγιάσμα προς θεραπείαν ασθενειών
Πάτερ Ἅγιε, ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων, ὁ πέμψας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πᾶσαν νόσον ἰώμενον καὶ ἐκ θανάτου λυτρούμενον, ἴασαι καὶ τὸν δοῦλόν σου (τόνδε), ἐκ τῆς περιεχούσης αὐτὸν σωματικῆς καὶ ψυχικῆς ἀσθενείας, καὶ ζωοποίησον αὐτόν, διὰ τῆς χάριτος τοῦ Χριστοῦ σου



Προσευχή όταν ανάβουμε το κανδήλι ή ένα κερί στο σπίτι μας
Άρτος ζωής αιωνιζούσης γενέσθω μοί τό Σώμα σου τό άγιον, εύσπλαγχνε Κύριε, καί τό τίμιον Αίμα, καί νόσων πολυτρόπων αλεξιτήριον.
Τοῦ Δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ κοινωνόν με παράλαβε• οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ Μυστήριον εἴπω• οὐ φίλημά σοι δώσω καθάπερ ὁ Ἰούδας• ἀλλ' ὡς ὁ ληστὴς ὁμολογῶ σοι• Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Ἰδού, βαδίζω πρὸς θείαν Κοινωνίαν· Πλαστουργέ, μὴ φλέξῃς με τῇ μετουσίᾳ· Πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον. Ἀλλ᾿ οὖν κάθαρον ἐκ πάσης με κηλῖδος.

Προσευχή όταν περνάμε από Ναό ή Παρεκκλήσιο
Το απολυτίκιο τού Ναού ή όταν είναι τούτο άγνωστο, το: «Κύριε Ιησού Χριστέ ελέησόν με» (τρεις φορές), κάνοντας ευλαβικά το σημείον τού Σταυρού.

Προσευχή όταν πηγαίνουμε για ύπνο
Έν τή σκέπη των πτερύγων σου σκεπασθήσομαι και υπνώσω. ότι σύ, Κύριε, κατά μόνας επ’ ελπίδι κατώκησάς με.
Εις χείρας σου, Κύριε, παρατίθημι την ψυχήν καί τό σώμα μου. Αυτός με ευλόγησον, αυτός με ελέησον καί ζωήν τήν αιώνιον χάρισαί μοι. Αμήν.

Προσευχή όταν ταξιδεύουμε
Δέσποτα Κύριε, ο πολλάκις συμπλεύσας τοις αγίοις μαθηταίς καί Αποστόλοις σου συμπλεύσον καί ημίν τοις αναξίοις δούλοις σου, καί πάντα εναντίον άνεμον καταπράυνον, Κυβερνήτης σύ ημών γενόμενος καί τήν χάριν τήν σήν δωρούμενος πάσιν ημίν, Κύριε, δόξα σοί.

Προσευχή όταν αναμένεται σεισμός
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ῥῦσαι ἡμᾶς τῆς φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῆς, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ κατάπεμψον ἡμῖν, πλούσια τὰ ἐλέη σου, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

Προσευχή για κάθε αίτημα ή ευχαριστία προς την Παναγία
Ψάλλουμε τον μικρόν ή τον μεγάλον Παρακλητικόν Κανόνα προς τήν Παναγία, όπως και τον Ακάθιστον Ύμνον (τούς Χαιρετισμούς), πού υπάρχουν σε πολλές αυτοτελείς εκδόσεις. Επίσης τα ωραία «Θεοτοκία».


Πηγή: Από το βιβλίο «Η προσευχητική και ιαματική δύναμη των ψαλμών»
Οσίου Αρσενίου του Καππαδόκου και Γέροντος Παϊσίου
Διαβάστε περισσότερα...

Παρακλητικός Κανών της Παναγίας Χρυσαφίτισσας

"ΤΗ ΔΕΥΤΕΡΑ ΤΟΥ ΘΩΜΑ ΕΟΡΤΑΖΟΥΜΕ ΤΗ "ΣΥΝΑΞΗ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΧΡΥΣΑΦΙΤΙΣΣΗΣ". 
Ο ιερεύς· Ευλογητός ο Θεός ημών πάντοτε, νυν και αεί και εις τους αιώνας των αιώνων.

Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου ...

Ηχος δ´. Τη Θεοτόκω εκτενώς.
Τους καταφεύγοντας τη ση εικόνι και αιτουμένοις την σην επιστασίαν, ω Μήτερ, Χρυσαφίτισσα, την υγείαν χάριζε, πλήρου πάσας αιτήσεις, σώους διαφύλαττε του υμνείν την σην χάριν, ότι υπάρχεις πάσιν χορηγός παντός καλού, Θεοτόκε Πανάχραντε.

Δόξα.
Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν, αμαρτωλοί και ταπεινοί και προσπέσωμεν, εν μετανοία κράζοντες εκ βάθους ψυχής· Δέσποινα βοήθησον, εφ ἡμῖν σπλαχνισθείσα· σπεύσον απολλύμεθα, υπό πλήθους πταισμάτων· μη αποστρέψης Σους δούλους κενούς· Σε γαρ και μόνην ελπίδα κεκτήμεθα.
Και νυν. Θεοτοκίον.
Ου σιωπήσομέν ποτε, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ει μη γαρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν έως νυν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σου· σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ο Ν´ (50ος) Ψαλμός.

Ο Κανών.
Ωδή α´. Υγράν διοδεύσας.
Υγείαν και ρώσιν σωματικήν και νου φωτισμόν τε και βασάνων απαλλαγήν, ημίν τοις σοις δούλοις παράσχου, Χρυσαφίτισσα Μήτερ Πανάχραντε.

Ελέους ανέδειξας την πηγήν και της σης φροντίδος την εικόνα σου τοις πιστοίς, τοις επιζητούσιν αρωγήν σου, ω Χρυσαφίτισσα Μήτερ Πανάχραντε.

Δόξα.
Χαίρε Πύλη Θεία, Μήτερ σεμνή, δι ἧς ο Θεός μας εσαρκώθη επί της γης, δι οὗ εν παντί ζωοποιούνται πάντες πιστοί σου, Μήτερ Πανάχραντε.
Και νυν.
Το έλεος δίδεις πάσιν πιστοίς, ω συμπαθεστάτη και χαρίζεις τας δωρεάς, και σώζεις ημάς παντός κινδύνου, ω Χρυσαφίτισσα Μήτερ Πανάχραντε.

Ωδή γ´. Ουρανίας αψίδος.
Εκ ποικίλων παγίδων του πονηρού δαίμονος, και της ψυχοφθόρου κακίας, ημάς απάλλαξον, Μήτερ Θεόνυμφε, ω Χρυσαφίτισσα Μήτερ, τους θερμώς προστρέχοντας τη προστασία σου.

Τους την σην προστασίαν αιτουμένους βοήθησον τη ση ισχυρά βοηθεία, Κόρη Πανύμνητε, προς σε γαρ σπεύδουσιν, ω Χρυσαφίτισσα Μήτερ, το σεπτόν σου όνομα επικαλούμενοι.

Δόξα.
Του Υιού σου η χάρις τοις πιστοίς σου παρέχεται, εκ της σης Αγίας Εικόνος, Μήτερ Πανάχραντε, βοηθούσα άπαντας και αναψύχουσα πάντας, τους πυρί των θλίψεων κατακαιομένους.
Και νυν.
Την ειρήνην παράσχου, Παρθένε Άχραντε, τη ση ισχυρά βοηθεία, πάσιν αιτούσιν σε, ω Χρυσαφίτισσα και εν ειρήνη και πίστει την ζωήν κυβέρνησον ημών δεόμεθα.

Διάσωσον, Χρυσαφίτισσα Κόρη Θεογεννήτορ, εκ παντοίων κινδύνων και περιστάσεων, τους καταφεύγοντας πίστει τη χάριτί σου.
Επίβλεψον εν ευμενεία Πανύμνητε Θεοτόκε επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.

Είτα μνημονεύει ο ιερεύς, δι οὓς η παράκλησις γίνεται, και ημείς μεθ ἑκάστην αίτησιν ψάλλομεν το Κύριε, ελέησον (γ´).

Ο χορός· Αμήν.

Κάθισμα.
Ήχος β´. Πρεσβεία θερμή.
Πρεσβεία θερμή και τείχος ισχυρότατον, ελέους πηγή, πιστών σου καταφύγιον, εκτενώς βοώμέν σοι· Θεοτόκε Δέσποινα πρόφθασον και εκ κινδύνων λύτρωσαι ημάς, η μόνη ταχέως προστατεύουσα.

Ωδή δ´. Εισακήκοα, Κύριε.
Πιεζόμενοι θλίψεσιν προς την σην βοήθειαν καταφεύγομεν, και λυτρούμεθα, Πανάχραντε, πάσης επηρείας του αλάστορος.

Πειρασμών ελευθέρωσον, θλίψεων, κινδύνων και περιστάσεων, πάντας, Μήτερ Χρυσαφίτισσα, τους τα μεγαλεία σου δοξάζοντας.

Δόξα.
Νόσους και φθοράς απομάκρυνον και υγείαν πάσιν ημίν χορήγησον, μητρική σου αγαθότητι, τους τα Μεγαλεία σου δοξάζοντας.
Και νυν.
Την χαράν πάσιν δώριζε, και την Υιού σου χάριν Πανάχραντε, Θεοτόκε Χρυσαφίτισσα, τους σε μεγαλύνοντας Θεόνυμφε.


Ωδή ε´. Φώτισον ημάς.
Πάντες οι πιστοί, μεγαλύνουσί σε Κυρία ως προστάτιδα, και εν πάσιν βοηθόν· συ γαρ πάντας ελεείς, ω Χρυσαφίτισσα.

Θείον θησαυρόν, την Εικόνα σου κατέχοντες, πάντες οι εν Μονεμβασία, σεμνή, δαψιλώς τας δωρεάς απολαμβάνουσιν.

Δόξα.
Την σην εορτήν και μετάστασιν Πανάχραντε, εορτάζομεν και χαίρομεν πιστοί, έχοντές σε την θερμήν, ημών προστάτιδα.
Και νυν.
Σκέπασον σεμνή, Χρυσαφίτισσα Μήτερ ημών τους πιστούς Σου, Λακωνίας τα παιδία, και χορήγησον αυτοίς αφειδώς προστασίαν.

Ωδή ς´. Την δέησιν.
Μαστίγων και κινδύνων ποικίλων και δεινών φοβερών τε και νόσων, Χρυσαφίτισσα Πάναγνε Κόρη, και βασκανίας δεινής ελευθέρωσον τους καταφεύγοντας πιστώς προς την σην ταχυτάτην αντίληψιν.

Εν πίστει τω σω ναώ προσιόντες, πανταχόθεν, Θεοτόκε της Ελλάδος, από βαθέων ψυχής σοι βοώμεν· ασθενειών και ποικίλων κακώσεων ελεύθερον και γαληνόν, ημών τήρει τον βίον δεόμεθα.

Δόξα.
Χαράν, κόρη πιστοίς σου παρέσχες και ταχείαν την λύσιν ζητημάτων, και εν θλίψεσι παρηγορίαν και εκ κινδύνων ταχείαν την λύτρωσιν, συ Χρυσαφίτισσα, διο πας πιστός σοι προσφεύγει και σώζεται.
Και νυν.
Διάσωσον βασκανίας και νόσου και ποικίλων παγίδων του εχθρού μας και χάριτός σου πλήρωσον πάντας, Χρυσαφίτισσα Μήτερ Πανάχραντε· και ζώωσον ημάς συμπαθώς, τη του Υιού σου δυνάμει, ω Πάναγνε.

Διάσωσον, Χρυσαφίτισσα Πανύμνητε Κόρη, εκ ποικίλων κινδύνων και περιστάσεων τους καταφεύγοντας, πίστει τη χάριτί σου.
Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως επ ἐσχάτων των ημερών τεκούσα, δυσώπησον ως έχουσα μητρικήν παρρησίαν.

Είτα μνημονεύει και πάλιν ο ιερεύς, δι οὓς η παράκλησις γίνεται, και ημείς μεθ ἑκάστην αίτησιν ψάλλομεν το Κύριε, ελέησον (γ´).

Ο χορός· Αμήν.
Μετά δε την εκφώνησιν, το επόμενον·

Κοντάκιον. Ήχος β´. Προστασία των Χριστιανών.
Τη προστασία σου Κόρη προστρέχοντες, ελευθερούμεθα πάσης κακώσεως, διο σου την χάριν κηρύττομεν, ω Χρυσαφίτισσα πίστει καλούντες σε· συ γαρ ημών καταφύγιον.


Προκείμενον.
Μνησθήσομαι του ονόματός Σου εν πάση γενεά και γενεά.

Στιχ. Άκουσον θύγατερ και ίδε, και κλίνον το ους σου και επιλάθου του λαού Σου, και του οίκου του Πατρός Σου και επιθυμήσει ο Βασιλεύς του κάλλους Σου.

Ο Ιερεύς· Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.


Ο χορός· Κύριε, ελέησον (γ´).

Ο Ιερεύς· Σοφία. Ορθοί, ακούσωμεν του αγίου Ευαγγελίου.
Ο Ιερεύς· Ειρήνη πάσι.
Ο χορός· Και τω πνεύματί σου.
Ο Ιερεύς· Εκ του κατά Λουκάν αγίου Ευαγγελίου, το Ανάγνωσμα. Πρόσχωμεν.

Το Ευαγγέλιον (Λουκ. κεφ. α´ 39-49, & 56)
Εν ταις ημέραις εκείναις, αναστάσα Μαριάμ, επορεύθη εις την ορεινήν μετά σπουδής, εις πόλιν Ιούδα· και εισήλθεν εις τον οίκον Ζαχαρίου, και ησπάσατο την Ελισάβετ. Και εγένετο ως ήκουσεν η Ελισάβετ τον ασπασμόν της Μαρίας, εσκίρτησε το βρέφος εν τη κοιλία αυτής· και επλήσθη Πνεύματος Αγίου η Ελισάβετ, και ανεφώνησε φωνή μεγάλη, και είπεν· Ευλογημένη συ εν γυναιξί, και ευλογημένος ο καρπός της κοιλίας σου. Και πόθεν μοι τούτο, ίνα έλθη η μήτηρ του Κυρίου μου προς με; Ιδού γαρ, ως εγένετο η φωνή του ασπασμού σου εις τα ώτά μου, εσκίρτησεν το βρέφος εν αγαλλιάσει εν τη κοιλία μου. Και μακαρία η πιστεύσασα, ότι έσται τελείωσις τοις λελαλημένοις αυτή παρά Κυρίου. Και είπε Μαριάμ· Μεγαλύνει η ψυχή μου τον Κύριον, και ηγαλλίασε το πνεύμά μου επί τω Θεώ τω Σωτήρί μου· ότι επέβλεψεν επί την ταπείνωσιν της δούλης αυτού. Ιδού γαρ, από του νυν μακαριούσί με πάσαι αι γενεαί· ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, και άγιον το το όνομα αυτού. Έμεινε δε Μαριάμ συν αυτή ωσεί μήνας τρεις, και υπέστρεψεν εις τον οίκον αυτής.
Δόξα.
Πάτερ, Λόγε, Πνεύμα, Τριας η εν Μονάδι, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Και νυν.
Ταις Χρυσαφιτίσσης, ταις θείαις ικεσίαις, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Προσόμοιον.
Ήχος πλ. β´. Όλην αποθέμενοι.


Στιχ. Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.
Προστασίαν φοβεράν, και βοήθειαν Κόρη, ισχυρόν προπύργιον εν παντί των βίω, ω Μήτερ σε έχοντες· εκ κινδύνων, θλίψεων και ολισθημάτων, και παγίδων του εχθρού, και πάσης, Δέσποινα, άλλης συμφοράς τε και μάστιγος· ταχέως εκλυτρούμεθα, τη ση βοηθεία Πανάχραντε. Όθεν μη ελλείπης παρέχειν τας ιάσεις συμπαθώς, τοις προς την σην αγαθότητα, Κόρη ατενίζουσιν.

Έτερα Θεοτοκία.
Ουδείς προστρέχων επί σοι, κατησχυμένος από σου εκπορεύεται, αγνή Παρθένε Θεοτόκε· αλλ αἰτεῖται την χάριν και λαμβάνει το δώρημα, προς το συμφέρον της αιτήσεως.

Μεταβολή των θλιβομένων, απαλλαγή των ασθενούντων, υπάρχουσα, Θεοτόκε Παρθένε, σώζε πόλιν και λαόν, των πολεμουμένων η ειρήνη, των χειμαζομένων η γαλήνη, η μόνη προστασία των πιστών.

Ο Ιερεύς· Σώσον ο Θεός τον λαόν σου και ευλόγησον την κληρονομίαν σου· 

Ο χορός· Κύριε, ελέησον (ιβ´).

Είτα, αποπληρούμεν τας λοιπάς ωδάς του Κανόνος.

Ωδή ζ´. Οι εκ της Ιουδαίας.
Χάριζε την υγείαν των ψυχών και σωμάτων τε και βοήθειαν, Μητέρα του Κυρίου, τη ση θερμή πρεσβεία τοις πίστει αδιστάκτω προσιούσιν και ψάλλουσιν· ο των Πατέρων ημών Θεός, ευλογητός ει.


Χρυσαφίτισσα Μήτερ, η Θεόν σαρκωθέντα ασπόρως τέξασα, ταις θείαις σου πρεσβείαις περιφρουρεί Μονεμβασίας Κάστρον, ίνα υμνούσί σε πιστοί, σωθέντες χάριτί σου.

Δόξα.
Ως εβοήθησας πάντας τους πιστούς εν κινδύνοις ω Χρυσαφίτισσα, ούτω και νυν κινδύνοις, παγίδας, απειλάς τε, δίωξον, σύντριψον, ω Προστασία Φοβερά, Κυρία των Αγγέλων.
Και νυν.
Ως μετέβης το πάλαι εκ χωρίου εις Κάστρον της Μονεμβάσιας, νυν πέταξον ταχέως εν ώρα του κινδύνου, ω Χρυσαφίτισσα, και σώζε πάντας πιστούς βοήθειαν αιτούντος.

Ωδή η´. Τον Βασιλέα των ουρανών.
Σώσόν με Κόρη, της φρικτής μαγγανίας και δεινής βασκανίας με ρύσαι, νυν της απειλούσης ζωήν μου την αθλίαν.

Χάριτι θεία βοηθείας σου Μήτερ, παραμύθησαι την θλίψιν της ψυχής μου, ίνα σε δοξάζω· Υπερδεδοξασμένη.

Δόξα.
Σην προστασίαν, Χρυσαφίτισσα Μήτερ, νυν πλουτίσαντες εν τω παρόντι βίω, θερμώς ευχαριστούμεν· μεγαλύνοντές σε.
Και νυν.
Ίδε ευσπλάχνως, Χρυσαφίτισσα Μήτερ, τους προστρέχοντας εικόνι σου τη θεία, σπεύσον, δος πάσιν το μέγα έλεός σου.

Ωδή θ´. Κυρίως Θεοτόκον.
Ούσα η Προστάτις της οικογενείας, Χρυσαφίτισσα Μήτερ, ευλόγησον, νέους τους πιστούς σου, εν αρχή, συνεχεία, εγγάμου βίου τους.

Έκτεινον την χείρα πάσι τοις δεομένοις και εκ κινδύνων πιστούς σου διάσωζε, ω Χρυσαφίτισσα Μήτερ ημών πανθαύμαστε.

Ω Χρυσαφίτισσα Μήτερ, σώσον ημάς.

Μητέρα του Θεού μας, Κυρία των Αγγέλων, τη χάριτί σου πιστώς καταφεύγουσιν, πλήθη πιστών Ορθοδόξων και διασώζονται.

Ω Χρυσαφίτισσα Μήτερ, σώσον ημάς.

Υμνούμέν σου την χάριν, Κεχαριτωμένη, ω Χρυσαφίτισσα Μήτερ Πανάχραντε, ότι ημάς περισκέπεις και σώζεις πάντοτε.

Και ευθύς το·


Άξιόν εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον, και Μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.

Την υψηλοτέραν των Ουρανών, και καθαρωτέραν λαμπηδόνων ηλιακών, την λυτρωσαμένην ημάς εκ της κατάρας, την Δέσποιναν του κόσμου, ύμνοις τιμήσωμεν.


Και θυμιά ο ιερεύς το θυσιαστήριον και τον ναόν, όπου ψάλλεται η Παράκλησις, και ψάλλομεν τα παρόντα Μεγαλυνάρια.


Ω Θεού Μητέρα και θαυμαστή, Άχραντε Παρθένε, συ το καύχημα των πιστών, πλήρου τας αιτήσεις των προσερχομένων τη θεία σου εικόνι, ω Χρυσαφίτισσα.

Δέξου, ω Μητέρα μας ευμενώς, προς τους νέους πάντας, τους προστρέχοντας ευλαβώς, προς την σην εικόνα, εν πίστει αδιστάκτω και λύτρωσαι κινδύνων, ω Χρυσαφίτισσα.

Της Χρυσαφιτίσσης τη θαυμαστή και σεπτή εικόνι καταφύγωμεν ευλαβώς, ίνα φυλαχθώμεν εκ πάσης επηρείας και πάσης ενεργείας του πολεμήτορος.

Χαίρε των Αγγέλων η χαρμονή, χαίρε των πιστών σου η ταχεία καταφυγή, των πασχόντων, χαίρε, η ίασις Παρθένε, και της Μονεμβασίας, Μήτερ, Υπέρμαχε.

Δεύτε Ορθοδόξων αι στρατιαί, τη σεπτή εικόνι Χρυσαφίτισσας της Μητρός, κλίνοντες το γόνυ μεγαλύνομέν την, ως του Θεού Μητέρα και προστασίαν μας.

Πάσης Λακωνίας η βοηθός, δέξαι μου τους ύμνους, ω Παρθένε Μήτερ σεμνή, ω Χρυσαφίτισσα δέομαί σου, την έκβασιν παράσχου παντός αιτήματος.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι πάντες, μετά της Θεοτόκου ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Τρισάγιον...

Απολυτίκιον
Ήχος α´. Της ερήμου πολίτης.
Εικόνα Σου αγίαν, Χρυσαφίτισσα Άχραντε, νυν πανευλαβώς προσκυνούντες γεραίρομεν Παρθένε, επέστη γαρ Πρόμαχος ημών, παρέχουσα θαυμάτων ποταμόν· εκ κινδύνων παντοίων ημάς απαλλάττουσα, ευχαρίστως βοώμεν· Δόξα τω Σε δοξάσαντι Χριστώ, δόξα τω Σε μεγαλύναντι, δόξα τω παρέχοντι ημίν την χάριν δια Σου.

Είτα τα τροπάρια ταύτα.

Ήχος πλ. β´.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς· πάσης γαρ απολογίας απορούντες, ταύτην σοι την ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελεήσον ημάς.

Δόξα.
Κύριε, ελέησον ημάς· επί σοι γαρ πεποίθαμεν· μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών· αλλ ἐπίβλεψον και νυν, ως εύσπλαγχνος, και λύτρωσαι ημάς εκ των εχθρών ημών· συ γαρ ει Θεός ημών, και ημείς λαός σου· πάντες έργα χειρών σου, και το όνομά σου επικεκλήμεθα.
Και νυν.
Της ευσπλαγχνίας την πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε· ελπίζοντες εις σε, μη αστοχήσωμεν· ρυσθείημεν δια σου των περιστάσεων· συ γαρ ει η σωτηρία του γένους των χριστιανών.

Είτα μνημονεύει και πάλιν ο ιερεύς, και μεθ ἑκάστην αίτησιν ψάλλομεν το Κύριε, ελέησον (γ´).

Ο χορός· Αμήν.

Και ο ιερεύς ποιεί την απόλυσιν·

Δόξα σοι Χριστέ ο Θεός, η ελπίς ημών, δόξα σοι. Χριστός ο αληθινός Θεός ημών, ταις πρεσβείαις της παναχράντου και παναμώμου αγίας αυτού Μητρός, Δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας, χάριτι και σκέπη της θαυματουργού εικόνος της Χρυσαφιτίσσης· δυνάμει του τιμίου και ζωοποιού Σταυρού· προστασίαις των τιμίων επουρανίων Δυνάμεων Ασωμάτων· ικεσίαις του τιμίου, ενδόξου, Προφήτου, Προδρόμου και Βαπτιστού Ιωάννου· των αγίων ενδόξων και πανευφήμων Αποστόλων· των αγίων ενδόξων και καλλινίκων μαρτύρων· των οσίων και θεοφόρων Πατέρων ημών· του οσίου και θεοφόρου πατρός ημών Λεοντίου· του Αγίου ενδόξου Νεομάρτυρος Ιωάννου· του εν αγίοις πατρός ημών Νεκταρίου επισκόπου Πενταπόλεως του θαυματουργού· του αγίου (του Ναού)· των αγίων και δικαίων Θεοπατόρων Ιωακείμ και Άννης· του αγίου (της ημέρας), ου και την μνήμην επιτελούμεν, και πάντων των Αγίων, ελεήσαι και σώσαι ημάς, ως αγαθός και φιλάνθρωπος και ελεήμων Θεός.

Μετά την Απόλυσιν ψάλλονται τα επόμενα τροπάρια.

Ήχος β´. Ότε εκ του ξύλου.
Πάντας τους την θείαν και σεπτήν, κατασπαζομένους εικόνα σου Χρυσαφίτισσα, ήνπερ θεωρούμεν νυν ημών προστάτιδα, πειρασμών ελευθέρωσον και νόσων παντοίων και πταισμάτων αίτησαι ημών την άφεσιν, ίνα μεγαλύνωμεν πάντες τα σα μεγαλεία, Παρθένε, και την προς ημάς κηδεμονίαν σου.


Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Εκ παντοίων κινδύνων τους δούλους σου φύλατε, ευλογημένη Θεοτόκε, ίνα σε δοξάζωμεν, την ελπίδα των ψυχών ημών.

Τη πρεσβεία Κύριε, πάντων των Αγίων και της Θεοτόκου, την σην ειρήνην δος ημίν, και ελέησον ημάς, ως μόνος οικτίρμων.

Υπό την σην ευσπλαχνίαν καταφεύγομεν Θεοτόκε, τας ημών ικεσίας μη παρίδης εν περιστάσει, αλλ ἐκ κινδύνων λύτρωσαι ημάς, μόνη Αγνή, μόνη ευλογημένη.

Ο Ιερεύς· Δι ευχών των αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ, ελέησον και σώσον ημάς.

Ο Αναγνώστης· Αμήν.
Διαβάστε περισσότερα...

Παρακλητικός Κανών της Παναγίας "Αξιον Εστίν"


Παρακλητικὸς κανὼν εἰς τὴν Ὑπεραγίαν Θεοτόκον «Ἄξιον ἐστίν»

Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ 
Κύριε εἰσάκουσον, μεθ’ ὃ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὸ ἑξῆς:

Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἀπ’ οὐρανοῦ ξένῃ μορφῇ ὡς ἐπέστη, ὁ Γαβριὴλ τῶν ἀσωμάτων ὁ ἄρχων, τῇ σῇ Εἰκόνι ἔστη καὶ ἐβόησεν· Ἄξιον ἐστὶν Ἁγνή, ἀνυμνεῖν καὶ δοξάζειν, ὡς ἀειμακάριστον, τοῦ Θεοῦ σε Μητέρα. Ἀλλ’ ὦ Παρθένε Δέσποινα ἡμᾶς, τῇ κραταιᾷ σου, πρεσβείᾳ περίεπε.

Δόξα. Καὶ νῦν. Ὅμοιον.
Καθάπερ γέρας καὶ διάδημα θεῖον, ὁ περιώνυμος ναὸς τοῦ Πρωτάτου, τὴν σὴν Εἰκόνα κεκτημένος γάννυται, ἅπας δὲ ὁ κλῆρός σου ταύτῃ πίστει προστρέχει, Ἄξιόν ἐστι βοῶν, ἀνυμνεῖν καὶ δοξάζειν, σὲ τοῦ Θεοῦ Μητέρα τὴν Ἁγνήν, τὴν ρυομένην ἡμᾶς πάσης θλίψεως.

Ὁ Ν’ καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς:
«Ἄξιον ἐστὶν ὑμνεῖν σε Κόρη. Γερασίμου».

Ὠδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Ἀφ’ ὕψους ἐπέστη ὁ Γαβριήλ, Μοναχοῦ ἐν εἴδει, καὶ ἐβόα πανευλαβῶς· Ἄξιόν ἐστί σε μακαρίζειν, ὡς τοῦ Σωτῆρος Μητέρα πανάφθορον.

Ξενίσας τῷ ὕμνῳ σου τῷ καινῷ, νυκτὶ ὡς ἐπέστη, τὸν μονάζοντα ὁ φανείς, οὕτω πρέπον ἔλεγε δοξάζειν, καὶ ἀνυμνεῖν τὴν Ἁγνὴν Θεομήτορα.

Ἰσχὺν καὶ παράκλησιν ἀληθῆ, λαμβάνομεν Κόρη, ἐξ Εἰκόνος σου τῆς σεπτῆς, Ἄξιόν ἐστι τῆς καλουμένης, καὶ χορηγούσης, ἡμῖν χάριν ἄφθονον.
Και νύν και αεί..
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Ἁγνὴ Θεοτόκε, τὸν σὸν κλῆρον τὸν εὐαγῆ, Ἄθω τὸ περίοπτόν σου Ὄρος, πάσης ἀνάγκης καὶ βλάβης ἀπάλλαττε.

Ὠδὴ γ’. Οὐρανίας ἁψῖδος.
Νᾶμα ἄϋλον βλύζει, ἡ σὴ Εἰκὼν Ἄχραντε, Ἄξιον ἐστὶν ἀοράτως, ἐπισκιάσει σου, θείας χρηστότητος, καὶ γλυκασμὸν σωτηρίας, τοῖς πιστῶς προσπίπτουσι, ταύτῃ ἑκάστοτε.

Ἐν νυκτὶ ὡς ἐπέστη, ὕμνον τὸν σὸν ἔψαλλε, ξένῃ ἐν μορφῇ Θεοτόκε, πρὸ τῆς Εἰκόνος σου, ὁ θεῖος Ἄγγελος, ὃν νῦν μιμούμενοι πίστει, ᾄδομεν δοξάζοντες, τὰ μεγαλεῖά σου.

Σωτηρίαν ἐξαίτει, καὶ τῶν παθῶν λύτρωσιν, τοῖς ἐν τῷ ἁγίῳ σου κλῆρῳ, πιστῶς μονάζουσιν, ὡς ἐπηγγείλω Ἁγνή, καὶ εὐλαβῶς προσκυνοῦσι, τὴν σεπτὴν Εἰκόνα σου, Θεογεννήτρια.
Και νύν και αεί..
Τὴν σεπτήν σου Εἰκόνα, καὶ θαυμαστὴν Ἄχραντε, Ἄξιόν ἐστιν ἣν καλοῦμεν, ὥσπερ ἁγίασμα, περικυκλοῦντες πιστῶς, καὶ ἁσπαζόμενοι πόθῳ, ἐξ αὐτῆς λαμβάνομεν, χάριν καὶ ἔλεος.

Διάσωσον Θεοκυῆτορ τὸν κλῆρόν σου πάσης βλάβης, τὸν ἐν πίστει τῇ σῇ Εἰκόνι προσπίπτοντα, ᾗ πάλαι ᾖσεν Ἀρχάγγελος τὸν σὸν ὕμνον.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ἦχος β’. Πρεσβεία θερμή.

Προστάτιν θερμήν, ὁ Ἄθως σε πεπλούτηκε, καὶ πίστει Ἁγνή, τὴν ἱερὰν Εἰκόνα σου, τὴν καλουμένην Δέσποινα Ἄξιόν ἐστιν περιπτύσσεται, καὶ ἐκβοᾷ ἐκ βαθέων ψυχῆς· Μὴ παύσῃ Παρθένε περιέπων με.

Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.
Ἱερὸν φυλακτήριον, καὶ σεπτὸν ἀγλάϊσμα τὴν Εἰκόνα σου, ὁ ναὸς Πρωτάτου κέκτηται, Ἄξιόν ἐστι τὴν ὑπερθαύμαστον.

Νοσημάτων ἀπάλλαξον, καὶ παντοίων πόνων καὶ περιστάσεων, τοὺς προσπίπτοντας Πανάμωμε, Ἄξιόν ἐστι σῷ Ἐκτυπώματι.

Ὑπερύμνητε Δέσποινα, ἡμῶν τὰς δεήσεις προσδέχου πάντοτε, ὡς ἐδέξω πάλαι Ἄχραντε, τὸν τοῦ Ἀρχαγγέλου ὕμνον ἅγιον.
Και νύν και αεί..
Μοναστὴς ὁ θεόληπτος, ἐν πλακὶ ὡς εἶδε τὸν ἐγχαράξαντα, τῷ δακτύλῳ τὸ μελώδημα, ἔκπληκτος ἀνύμνει σε Πανύμνητε.

Ὠδη ε’. Φώτισον ἡμᾶς.
Νύκτα τῶν παθῶν, τῷ φωτὶ τῆς σῆς λαμπρότητος, ἀποδίωκε Παρθένε ἀφ’ ἡμῶν, τῶν ἐν πίστει προσπιπτόντων τῇ Εἰκόνι σου.

Ἔχει ὁ ναός, τοῦ Πρωτάτου Παναμώμητε, ὡς θησαύρισμα ὦ Ἄξιόν ἐστι, τὴν Εἰκόνα σου τὴν θείαν σεμνυνόμενος.

Ἴδε συμπαθῶς, τοὺς ἑστῶτας μετὰ πίστεως, τῇ Εἰκόνι σου ὦ Ἄξιον ἐστι, καὶ παράσχου ἡμῖν πᾶσι τὰ αἰτήματα.
Και νύν και αεί..
Νόσων χαλεπῶν, καὶ ποικίλων περιστάσεων, καὶ ἐχθρῶν τῶν ἀοράτων τῆς φθορᾶς, ἀνωτέρους ἡμᾶς φύλαττε Πανύμνητε.

Ὠδὴ στ’. Τὴν δέησιν.
Σωτῆρος, καὶ τοῦ Θεοῦ ὡς Μητέρα, ἀνυμνών σε ὁ φανεὶς ἀνεβόα, ἄξιον ὄντως ἐστὶ τοῦ δοξάζειν, καὶ μακαρίζειν τὴν μόνην Πανύμνητον, ὧν μοναχὸς ὁ εὐλαβής, ἐπακούσας ἐξίστατο Δέσποινα.

Ἐν πίστει, ἐν τῷ ναῷ τοῦ Πρωτάτου, προσιόντες τὴν σεπτήν σου Εἰκόνα, πανευλαβῶς προσκυνοῦντες βοῶμεν· Ἄξιον ὄντως ἐστὶ μακαρίζειν σε, οἷα Μητέρα τοῦ Θεοῦ, καὶ τοῦ Ἄθω προστάτιν καὶ ἔφορον.

Κατεῖδεν, ὁ μοναστὴς ξένον θαῦμα, τῷ δακτύλῳ χαραχθεῖσαν τὴν πλάκα· νῦν δὲ ἡμεῖς τῇ σεπτῇ σου Είκόνι, παρεστηκότες βοῶμεν ἐν θαύματι· Θεογεννῆτορ Μαριάμ, σὺ ἡμῶν προστασία καὶ ἔφορος.
Και νύν και αεί..
Ὁ ὕμνος, ὃν Γαβριὴλ πάλαι ᾖσε, τῇ ἁγία σου Εἰκόνι Παρθένε, διαβεβόηται πάσῃ τῇ κτίσει, καὶ Ἐκκλησία Χριστοῦ ἡ Ὀρθόδοξος, σὺν Ἄθωνι τῷ εὐαγεῖ, ἀνυμνεῖ τὰ πολλὰ μεγαλεῖά σου.

Διάσωσον Θεοκυῆτορ τὸν κλῆρόν σου πάσης βλάβης, τὸν ἐν πίστει τῇ σῇ Εἰκόνι προσπίπτοντα, ᾗ πάλαι ᾖσεν Ἀρχάγγελος τὸν σὸν ὕμνον.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.

Τὴν φωνὴν τοῦ Ἀρχαγγέλου πιστῶς κράζοντες, Κεχαριτωμένη Μῆτερ Ἀειπάρθενε, Ἄξιον ἐστὶν ὡς ἀληθῶς βοῶμέν σοι, μακαρίζειν σε καὶ ἀνυμνεῖν τὴν παμμακάριστον ἀεί, καὶ Μητέρα τοῦ Κτίσαντος· Σὺ γὰρ Θεογεννῆτορ, Ἄθωνος προστασία, καὶ μεσιτεία πρὸς Θεόν, ἡμῶν πάντων ἀκαταίσχυντος.

Προκείμενον.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχ.: Τὸ πρόσωπόν σου λιτανεύσουσιν…

Εὐαγγέλιον κατὰ Λουκᾶν.

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπε· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.

Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Στίχ.: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Νύκτωρ ὁ Ἀρχάγγελος, τῷ Μοναχῷ ὡς ἐπέστη, ᾖσε τὰ προοίμια, τοῦ ἁγίου ὕμνου σου Ἀειπάρθενε· νῦν ἡμεῖς Δέσποινα, πίστει παρεστῶτες, τῇ Εἰκόνι σου προσᾴδομεν, ὕμνους βοῶντές σοι· Ἄξιον ἐστὶ μακαρίζειν σε, τὴν μόνην παμμακάριστον, καὶ Θεοῦ Μητέρα τὴν ἄχραντον. Ἀλλὰ Θεοτόκε, βοήθεια ἡμῶν καὶ προσφυγή, μὴ διαλίπῃς παρέχουσα, ἡμῖν τὰ ἐλέη σου.

Ὁ Ἱερεύς: Σῶσον ὁ Θεὸς…

Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥήμασι τοῦ Ἀγγέλου, πειθαρχοῦντες Παρθένε πιστῶς προσπίπτομεν, τῇ θείᾳ σου Εἰκόνι, ἐν ᾗ πρῶτον ἐψάλη, ὁ σὸς ὕμνος καὶ κράζομεν· Ἄξιον ὄντως ἐστίν, ὑμνεῖν σε εἰς αἰῶνας.

Ἡ πληθὺς Μοναζόντων, ὁμοφώνος βοῶμέν σοι Παναμώμητε, τὸ Ἄξιόν ἐστί σοι, δοξάζειν καθ’ ἑκάστην, τῇ σωζούσῃ ἑκάστοτε, τὸν κλῆρόν σου τὸν σεπτόν, ἐκ πάσης ἐπηρείας.

Γνωστὸν γέγονε πᾶσι, τὸ ἐν Ἄδειν Παρθένε ἔργον ἐξαίρετον· διὸ τῆς σῆς προνοίας, κηρύττομεν τὴν χάριν, ὁμοφώνως κραυγάζοντες· χαῖρε Παρθένε Ἁγνή, τοῦ Ἄθω προστασία.
Και νύν και αεί..
Ἐν ναῷ τοῦ Πρωτάτου, τὴν σεπτήν σου Εἰκόνα μετεκομίσαντο, ἐν πάσῃ εὐλαβείᾳ· ᾗ πίστει παρεστῶτες, Θεοτόκε βοῶμέν σοι, Χαῖρε Παρθένε Ἁγνή, τοῦ Ἄθω προστασία.

Ὠδὴ η’. Τὸν Βασιλέα.
Ῥημάτων θείων, ἐνωτισθεὶς τοῦ Ἀγγέλου, Παναμώμητε ὁ εὐλαβὴς μονάζων, ᾖσε γηθοσύνως, τὸν θαυμαστόν σου ὕμνον.

Ἅπας προστρέχων, τῇ θαυμαστῇ σου Εἰκόνι, ἥτις Ἄξιόν ἐστι λέγεται Κόρη, πληροῦται εὐφροσύνης, λαμβάνων τὰς αἰτήσεις.

Σὲ θεῖον ὅρμον, ἐν τῇ θαλάσσῃ τοῦ βίου, ἐπιστάμενοι προστρέχομέν σοι πίστει, καὶ παντοίας ζάλης, λυτρούμεθα Παρθένε.
Και νύν και αεί..

Ἴδε Παρθένε, ἡμᾶς ἐν ὄμματι θείῳ, τοὺς προσπίπτοντας τῇ θείᾳ σου Εἰκόνι, καὶ ἐκδεχομένους, ἐκ ταύτης τὴν σὴν χάριν.

Ὠδὴ θ’. Κυρίως Θεοτόκον.
Μητράνανδρε Παρθένε, ὡς μανναδόχον στάμνον, τὴν σὴν ἁγίαν Εἰκόνα κατέχοντες, τῆς σῆς προνοίας τὸ μάννα ἀεὶ καρπούμεθα.
Οἱ πίστει σου τῇ θείᾳ, σπεύδοντες Εἰκόνι, ἐν ᾗ ὁ Ἄγγελος ᾖσε τὸν ὕμνον σου, πάσης ἀνάγκης Παρθένε θᾶττον ρυόμεθα.

Ὑμνεῖ ἅπας ὁ Ἄθως, καθ’ ἑκάστην ὥραν, τὰ μεγαλεῖα τὰ σὰ Παναμώμητε, σὺν τῷ Ἀγγέλῳ τὸ Ἄξιόν ἐστι ψάλλων σοι.
Και νύν και αεί..

Ὑψίστου θεῖε θρόνε, Κεχαριτωμένη, Ὄρος τοῦ Ἄθω τὸν ἅγιον κλῆρόν σου, σκέπε καὶ σῶζε ἀπαύστως ἐκ πάσης θλίψεως.

Τὸ Ἄξιον ἐστὶ καὶ τὰ μεγαλυνάρια.
Χάριν ἀναβλύζει διηνεκῆ, ἡ θεία Εἰκών σου, ἐν ᾗ πρῶτον ὁ Γαβριήλ, ᾖσέ σου τὸν ὕμνον, ἐν παραδόξῳ τρόπῳ, ἣν προσκυνοῦντες Κόρη σὲ μεγαλύνομεν.

Χαίρει ὁ Πρωτάτου θεῖος ναός, ἔχων ἐν ἀδύτοις, τὴν Εἰκόνα σου τὴν σεπτήν, τὴν ὠνομασμένην, Ἄξιόν ἐστι Κόρη, ᾗ πίστει προσιόντες σὲ μεγαλύνομεν.

Ὤφθη ξένῃ θέᾳ ὁ Γαβριήλ, καὶ τὸν ἀποροῦντα, καθωδήγησε μοναστήν, ᾄδειν καὶ ὑμνεῖν σε, ὡς τοῦ Θεοῦ Μητέρα, καὶ ἐν πλαξὶ τὸν ὕμνον ξένως ἐτύπωσε.

Πάσῃ εὐλαβείᾳ τε καὶ σπουδῇ, ᾖραν ἐκ τοῦ Ἅδειν, τὴν Εἰκόνα σου τὴν σεπτήν, καὶ ταύτην Παρθένε, ναῷ τῷ τοῦ Πρωτάτου, ἐνίδρυσαν ἐν θρόνῳ, ὥσπερ βασίλισσαν.

Πᾶσιν ὃ ἐνήργησας θαυμαστῶς, ἐν Ἅδειν Παρθένε, ἐν τῷ Ὄρει σου τῷ σεπτῷ, ἐμφανὲς κατέστη, καὶ πᾶσα Ἐκκλησία, τὸ Ἄξιον ἐστὶ σοι, ψάλλει ἑκάστοτε.

Τεῖχος καὶ ὀχύρωμα ἀσφαλές, ἔσο Θεοτόκε, τῷ σῷ κλήρῳ τῷ εὐαγεῖ, πίστει καὶ ἀγάπη, ἀπαύστως ἀφορῶντι, πρὸς τὰς θαυματοβρύτους, θείας Εἰκόνας σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς:

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Ἄξιον ἐστὶν ὡς ἀληθῶς, ψάλλοντες πολλῇ εὐλαβείᾳ, τῇ Θεομήτορι, ἅπαντες προσπέσωμεν, καὶ προσκυνήσωμεν, τὴν αὐτῆς χαριτόβρυτον, καὶ θείαν Εἰκόνα, πάντας ἁγιάζουσαν Ἁγίῳ Πνεύματι· Δέσποινα αὐτῇ ἐκβοῶντες, πλήρου τὰς δεήσεις ἁπάντων, τῶν ἀτενιζόντων τῇ πρεσβείᾳ σου.

Δίστιχον.

Ἄξιον ἐστὶν ἀνυμνεῖν σε Παρθένε
Γεράσιμος βοᾷ θερμῶς σοι προσπίπτων.

Ποιηθεῖς ἐν Ἁγίῳ Ὄρει ὑπὸ
Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας

Διαβάστε περισσότερα...

Παρακλητικός Κανών εις την Θεοτόκο"Του Ακαθίστου Υμνου"

Παρακλητικός Κανών εις την Θεοτόκο "Του Ακαθίστου Υμνου"

Μετά τον ευλογητόν, το Κύριε εισάκουσον,

Είτα το, Θεός Κύριος˙ και το τροπάριον. 
Ήχος Δ’. Ο υψωθείς εν τω Σταυρώ…
Τους προσδραμόντας τη θερμή Σου πρεσβεία και προσκυνούντας ιεράν Σου εικόνα, Μήτερ των χαιρετισμών, νυν πάσης ελευθέρωσον απειλής και κινδύνου και παθών και θλίψεων και δεινών νοσημάτων και εν ειρήνη φύλαττε ημάς ως διεφύλαξας την Πόλιν, Άχραντε.
Δόξα. Και νύν. 
Ου σιωπήσομεν...

Ωδή Α’. Ήχος Δ’. Υγράν διοδεύσας.
Τη ση προστασία, Μήτερ Θεού, τους δούλους πιστούς Σου πάσης βλάβης εκλύτρωνε και ρύσε ποικίλων κινδύνων, ως του Κυρίου Μητέρα Πανάχραντε.

Της σης βοηθείας της μυστικής και της χάριτός Σου την εικόνα Σου τοις πιστοίς δοτήρα εχαρίσω Θεοτόκε του Ακαθίστου Μητέρα Πανάχραντε.

Δόξα Πατρί…
Ως πάλαι ερύσω παντός κακού, άπαντες εν Πόλει προστασία Σου ισχυρά, ούτω και νυν παντοίων κινδύνων ρύσε τους σπεύδοντας Μήτερ τη εικόνι Σου.
Και νυν…
Πάσι τοις αιτούσι Σου την σεπτήν βοήθειαν Κόρη ημίν δίδου τας δωρεάς και σώζε κινδύνων ποικίλων, Μήτερ ημών του Ακαθίστου Πανάχραντε.

Ωδή Γ’. Ουρανίας αψίδος…
Εξ εχθρών και δολίων των απειλούντων τε Πόλιν το πάλαι Παρθένε ερύσω δούλους Σου, ότι επήκουσας την δέησιν του Σεργίου και πάντων χριστιανών των αιτουμένων Σε.

Τοις αιτούσιν την χάριν, Μήτερ Θεού βράβευε, Δέσποινα του Ακαθίστου, ως πολυεύσπλαχνος προς Σε γαρ σπεύδουσιν και ουκ ελλείπουσι πάντες το Σεπτόν Σου όνομα επικαλούμενοι.

Δόξα Πατρί…
Ποταμοί χάριτός Σου ως αληθώς βλύζουσιν εκ της Σης Αγίας Εικόνος, ω Μήτερ Δέσποινα, πάντας δροσίζοντες και αναψύχοντες πάντας τους κατακαιόμενους πυρί των θλίψεων.
Και νυν…
Του εχθρού τας παγίδας τας καθ΄ημών σύντριψον Μήτερ μας του Ακαθίστου, τη επισκέψει Σου και τη Ση χάριτι, εν ειρήνη του Υιού Σου την ζωήν κυβέρνησον ημών δεόμεθα.

Διάσωσον, Μήτερ του Ακαθίστου Θεογεννήτωρ εκ παντοίων κινδύνων και περιστάσεων τους επικαλουμένους Σην προστασίαν.
Επίβλεψον εν ευμενεία Πανύμνητε Θεοτόκε επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασε της ψυχής μου το άλγος.

Κύριε ελέησον (12 φορές)

Ήχος Β΄. Πρεσβεία θερμή.
Πρεσβείαν την Σην ως φρούριον απόρθητον κατέχοντες νυν αεί ελευθερούμεθα του δολίου εχθρού και πολεμήτορος και ευφροσύνης και χάριτος Σης πληρούμεθα μόνη Παντευλόγητε.

Ωδή Δ’. Εισακήκοα Κύριε.
Των Αβάρων την έφοδον ως το πάλαι απέκρουσας Δέσποινα – νυν εκ των πιστών Σου αποδίωξον πάσας τας εφόδους του αλάστορος.

Νυν των πόνων θεράπευσον των κατά ψυχήν και σώμα Πανάχραντε, μητρική Σου αγαθότητι τους τα μεγαλεία Σου δοξάζοντας.

Δόξα Πατρί…
Ως της νόσου την κάμινον έσβυσας του δούλου Σου του Βουλγάρεως, μητρική Σου αγαθότητι σβέσον τας ορμάς των παθών των δούλων Σου.
Και νυν…
Πάσης βλάβης διάσωζε πάσης του εχθρού παγίδος και επιθέσεως Θεοτόκε αειπάρθενε, τους τα μεγαλεία Σου δοξάζοντας.

Ωδή Ε’. Φώτισον ημάς.
Άπαντες πιστοί προσιούσιν τη εικόνι Σου και λαμβάνουν τας αιτήσεις συμπαθώς, Συ γαρ πάντας ελεείς ως πολυεύσπλαχνος.
καινυν...
Θείον θησαυρόν, η Μονή Διονυσίου νυν την Εικόνα Σου κατέχει την σεπτήν και αρύεται τας δωρεάς Σης χάριτος.

Ωδή ΣΤ΄. Την δέησιν εκχεώ.
Απείρανδρε Μαριάμ Πανάχραντε, ως διέφυγας τα πάλαι τας παγίδας του πειρατού του δολίου, ω Κόρη, και εις ναόν της Μονής Σου επέτρεψας, ούτω και νυν πάντας ημάς καθοδήγησον και ρύσε των θλίψεων.

Τη Ση εικόνι πιστώς προσδραμόντες οι πιστοί μοναχοί Σου Θεοτόκε, από βάθους καρδίας βοώσιν ασθενείων και ποικίλων κακώσεων ελεύθερον και αεινή των πιστών Σου τον βίον διατήρησον.

Δόξα Πατρί…
Ασθενειών Σε ιατρόν εγνωκότες και χαράς την πηγήν, ω Μητέρα, των θλιβομένων την παρηγορίαν κινδυνευόντων τε πάντων διάσωσιν Πανάχραντε Μήτερ Θεού, πας πιστός Σοι καταφεύγει και σώζεται.

Διάσωσον…
Άχραντε…

Αίτησις του ιερέως. Κύριε ελέησον (ιβ΄φορές)

Ήχος Β΄. Τοις των αιμώτων Σου.
Επιστασία Σου κόρη προστρέχοντες ελευθερούμεθα πάσης κακώσεως διο Σου την χάριν κηρύττομεν Μήτερ ημών Ακαθίστου Θαυματουργέ Συ γαρ ημών η βοήθεια.

Εκ του κατά Λουκάν. Κεφ. Α’ 39-49 και 56.
Εν ταίς ημέραις εκείναις, αναστάσα Μαριάμ επορεύθη εις την ορεινήν μετά σπουδής εις πόλιν Ιούδα και εισήλθεν εις τόν οίκον Ζαχαρίου και ησπάσατο την Ελισάβετ. Και εγένετο, ως ήκουσεν η Ελισάβετ τόν ασπασμόν τής Μαρίας, εσκίρτησε τό βρέφος εν τή κοιλία αυτής και επλήσθη Πνεύματος αγίου η Ελισάβετ και ανεφώνησε φωνή μεγάλη και είπεν, Ευλογημένη σύ εν γυναιξί και ευλογημένος ο καρπός τής κοιλίας σου. Και πόθεν μοι τουτο, ίνα έλθη η μήτηρ του Κυρίου μου πρός με; Ιδού γαρ, ως εγένετο η φωνή του ασπασμού σου εις τά ώτά μου, εσκίρτησε τό βρέφος εν αγαλλιάσει εν τή κοιλία μου. Και μακαρία η πιστεύσασα, ότι έσται τελείωσις τοίς λελαλημένοις αυτή παρά Κυρίου. Και είπε Μαριάμ, Μεγαλύνει η ψυχή μου τόν Κύριον και ηγαλλίασε το πvεύμα μου επί τώ Θεώ τώ σωτήρι μου, ότι επέβλεψεν επί τήv ταπείvωσιν τής δούλης αυτου. Ιδού γάρ από του νύv μακαριούσί με πάσαι αι γεvεαί. Ότι εποίησέ μοι μεγαλεία ο Δυvατός και άγιοv τό όvομα αυτου. Έμεινε δέ Μαριάμ σύv αυτή ωσεί μήvας τρείς και υπέστρεψεν εις τόν οίκοv αυτής.

Δόξα Πατρί… ταις της Θεοτόκου…
Και νυν… ταις της Παναχράντου…

Στιχ. Ελέησόν με ο Θεός κατά το μέγα έλεός Σου.

Ήχος πλ. Β΄. Όλην αποθέμενοι.
Σκέπην και βοήθειαν, ισχυράν προστασίαν Δέσποινα Πανάχραντε, εν τω βίω Σε Κόρη έχοντες εκ παντοίων θλίψεων και ασθενημάτων και παγίδων του παγκάκιστου και πάσης, Δέσποινα, άλλης συμφοράς τε και μάστιγος Ση χάριτι λυτρούμεθα, τη Ση αρωγή και χρησότητι όθεν μη ελείπεις παρέχειν Σην βοήθειαν πιστοίς τοις προς την σην αγαθότητα, Μήτερ ατενίζουσιν.

Κύριε ελέησον (12 φορές)

Ωδή Ζ΄. Οι εκ της Ιουδαίας.
Την υγείαν χορήγει και εν πάσει βοήθειαν, Μήτερ Άχραντε, τοις πίστει αδιστάκτω τη θεία Σου εικόνι προσκυνούσιν και ψάλλουσιν: Ο των Πατέρων ημών Θεός ευλογητός ει.

Ω Πανάχραντε Μήτερ, της ψυχής την υγείαν ως και του σώματος χορήγει χάριτι Σου τοις πίστει αδιστάκτω τη θεία Σου εικόνι προσιούσι και ψάλλουσι: Ο των Πατέρων ημών Θεός ευλογητός ει.

Δόξα Πατρί…
Των κακούργων ανθρώπων ως ματαίωσας πάλαι βουλάς δολίους των, νυν πάσαν απειλήν τε εχθρών και κακουργίαν ματαίωσον Άχραντε, Δέσποινα Μήτερ Θεού, η Σκέπη των πιστών Σου!
Και νυν…
Πειρατών αλλοφύλων ως διέφυγας πάλαι ω Μήτερ Άχραντε, ούτω και νυν πιστούς διάσωσον κακίας του Παναλάστορος ίνα υμνούν Σε αεί Μήτερ του Ακαθίστου.

Ωδή Η΄. Τον Βασιλέα.
Ως ερύσθης των χειρών των κακούργων και εκπληρώσας του μύρου Σου το σκάφος ρύσον με και σώσε και χάριτός Σου γέμει.

Τη χάριτί Σου, ω Μήτερ του Ακαθίστου παραμύθησον ψυχής μου αλγηδόνας ίνα Σε δοξάζω την Κεχαριτωμένη.
Και νύν....
Σε σωτηρίαν, εν πολέμοις, ω Μήτερ, αποκτήσαντες εν τω παρόντι βίω τας της αρωγής Σου κηρύττομεν εκφάνσεις.

Ωδή Θ. Κυρίως Θεοτόκον.
Μεγάλων δωρημάτων παρά Σου τρυφώντες Μήτερ ημών του Ακαθίστου Πανάχραντε, την προς ημάς Σου βοήθειαν μεγαλύνομεν.

Πάντες οι πιστοί Σου τω μύρω Σου χρισθέντες απολαμβάνουν υγείαν ψυχής και σώματος, Μήτερ ημών του Ακαθίστου και Σε δοξάζουσιν.
Και νύν...
Υμνούμεν της πολλής Σου προς ημάς ευνοίας Μήτερ ημών του Ακαθίστου Πανάχραντε, ότι ημάς περισκέπεις και σώζεις πάντοτε.

Το Άξιον Εστί και τα Μεγαλυνάρια:

Την Παντοβασίλισσα Μαριάμ, ήτις προστατεύει πάντας δούλους αυτής πιστούς και τους διασώζει πάσης εχθρού μανίας, την μόνην Θεοτόκο ύμνοις τιμήσωμεν.

Χάριτί Σου θεία Μήτηρ Σεπτή όντως χαριτώθη η Εικών Σου η θαυμαστή, μύρον αναβλύζει και βλύζει τας ιάσεις τοις πίστει προσκυνούσιν αυτήν, Πανάχραντε.

Χαίρε Προστασία η Φοβερά, η Αγγέλων τάξεις διατάζουσα εν παντί, χαίρε των πιστών Σου ασπίδα τους και Σκέπη, Μήτερ του Ακαθίστου Κόρη Θεόνυμφε.

Πάσαι των Αγγέλων…

Ήχος Β΄. Ότε εκ του ξύλου.
Πάντας τους την θείαν και σεπτήν κατασπαζομένους εικόνα, ήνπερ ονομάζομεν του Ακαθίστου νυν, πειρασμών ελευθέρωσον και νόσων ποικίλων και πλήρωσον αιτήματα τα δίκαια αυτών, τη Ση προς Θεόν παρρησία Παρθένε ίνα ευχαρίστως Σε γεραίρουσιν.

Απολυτίκιον
Εικόνα Σου Αγίαν του Ακαθίστου Μητέρα μας, νυν πανευλαβώς προσκυνούντες, δοξάζομεν Σε Κόρη. Επέστη γαρ σκέπη προς ημάς και βρύει τας ιάσεις συμπαθώς εκ παντοίων κινδύνων και θλίψεων ημάς απαλλάττουσα ευχαρίστως βοώμεν: Δόξα τω Σε δοξάσαντι Θεώ, δόξα τω Σε μεγαλύναντι, δόξα τω διασώσαντι ημάς δια του τόκου Σου.

Διευχών...
Διαβάστε περισσότερα...

ΜΙΚΡΟ ΛΕΞΙΚΟ ΤΗΣ ΠΕΡΙΟΔΟΥ ΤΗΣ ΝΗΣΤΕΙΑΣ

15ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΕΣΣΑΡΑΚΟΣΤΗ: Μια περίοδος του έτους κατά την οποία νηστεύουμε. Αποτελείται από δύο περιόδους νηστείας. Η πρώτη έχει έξι εβδομάδες (6 επί 7 ημέρες) και η δεύτερη είναι η Μεγάλη Εβδομάδα. Κατά τη διάρκειά της η νηστεία είναι αρκετά αυστηρή.

ΑΛΑΔΟ ΓΕΥΜΑ: Συνήθως Τετάρτη και Παρασκευή τρώμε φαγητό, χωρίς προσθήκη λαδιού. Πολλοί τρώνε λάδι μόνο τα Σαββατοκύριακα.

ΑΠΟΔΕΙΠΝΟ ΜΕΓΑ: Ακολουθία της Εκκλησίας, η οποίας διαβάζεται στα μοναστήρια μετά το δείπνο. Πολλοί χριστιανοί την διαβάζουν πριν από τον βραδινό ύπνο. Κατά την περίοδο της Αγίας και Μεγάλης Τεσσαρακοστής διαβάζεται κάθε απόγευμα και στους ενοριακούς Ναούς.

ΑΡΤΥΣΙΜΕΣ ΤΡΟΦΕΣ: Τροφές που δεν επιτρέπονται κατά την περίοδο της νηστείας. Βασικά πρόκειται για το κρέας και όλα τα γαλακτοκομικά. Εκτός από εξαιρέσεις και το ψάρι.

ΕΝΑΤΗ: Η έκφραση είναι «κάνω ενάτη». Σε πολλά μοναστήρια, κατά την περίοδο της Αγίας και Μεγάλης Τεσσαρακοστής παρατίθεται τράπεζα μόνο μία φορά την ημέρα, μετά τις τρεις το απόγευμα. Κατά το βυζαντινό τρόπο μέτρησης των ωρών η πρώτη ώρα της ημέρας ξεκινά με την ανατολή του ήλιου. Συνεπώς η ενάτη είναι γύρω στις τρεις το απόγευμα.

ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ: Γιορτή ιδιαίτερης σημασίας για της Εκκλησία και την υπόθεση της σωτηρίας του ανθρώπου. Όποια μέρα και αν πέσει τελείται Θ. Ευχαριστία και τρώγεται ψάρι.

ΚΑΤΑΛΥΣΙΣ ΙΧΘΥΟΣ: Σε εξαιρετικές περιπτώσεις επιβάλλεται να φάμε ψάρι ακόμη και αν είναι Τετάρτη ή Παρασκευή (π.χ. της Μεταμορφώσεως, της Κοιμήσεως της Θεοτόκου, των Εισοδίων). Κατά την περίοδο της Αγίας και Μεγάλης Τεσσαρακοστής ψάρι τρώγεται του Ευαγγελισμού και των Βαΐων. ΚΑΤΑΛΥΣΙΣ ΟΙΝΟΥ ΚΑΙ ΕΛΑΙΟΥ: Σε όλη τη διάρκεια του έτους κάποιες ημέρες που η Εκκλησία εορτάζει τη μνήμη κάποιου πολύ μεγάλου αγίου επιτρέπεται να φάει ο πιστός φαγητό με λάδι και να πιει κρασί ώστε να στηριχθεί.

ΚΟΥΦΗ ΕΒΔΟΜΑΔΑ: Η εβδομάδα που προηγείται της Μεγάλης. Κατά τη διάρκειά της δεν έχουμε κάποια ακολουθία εκτός από το Μεγάλο Απόδειπνο.

ΚΥΡΑ ΣΑΡΑΚΟΣΤΗ: Μια κούκλα φτιαγμένη από ζυμάρι. Έχει επτά πόδια, ένα για κάθε εβδομάδα της νηστείας. Δεν έχει στόμα (γιατί νηστεύουμε και αποφεύγουμε τις άσκοπες συζητήσεις), τα χέρια σταυρωμένα σε στάση προσευχής. Μ

ΕΓΑΛΗ ΕΒΔΟΜΑΔΑ: Η εβδομάδα που λήγει το Μ. Σάββατο. Το πρόγραμμα περιλαμβάνει αυστηρή νηστεία και ακολουθίες πρωί και βράδυ.

ΜΕΓΑΛΟΣ ΚΑΝΟΝΑΣ: Ένα εντυπωσιακό ποιητικό έργο του Αγ. Ανδρέου επισκόπου Κρήτης. Αποτελείται από εκατοντάδες τροπάρια, που αναφέρονται σε ολόκληρη την ανθρώπινη ιστορία, από την Πτώση και έπειτα. Μεταξύ πολλών άλλων αναφέρεται και στην μετάνοια. Ψάλλεται το απόγευμα της Τετάρτης πριν από τον Ακάθιστο Ύμνο.

ΝΗΣΤΕΙΑ: Ετυμολογικά σημαίνει δεν τρώγω (νή+εσθίω). Πρακτικά δεν πρόκειται για μία περίοδο τέλειας ασιτίας, αλλά για μία περίοδο κατά την οποία περιορίζουμε την ποσότητα και την ποικιλία των γευμάτων μας, ώστε να στρέψουμε την προσοχή μας στην προσευχή και τη μετάνοια.

ΝΗΣΤΗΣΙΜΕΣ ΤΡΟΦΕΣ: Όσπρια, θαλασσινά, φρούτα, λαχανικά, σοκολάτα υγείας, σόγια, λαδερά, μέλι, μαρμελάδα, ζυμαρικά, χαλβάς, ταχίνι, ξηροί καρποί, ψωμί, φρυγανιές, παξιμάδι.

ΞΗΡΟΦΑΓΙΑ: Ημέρα κατά την οποία δεν τρώμε λάδι.

ΠΡΟΗΓΙΑΣΜΕΝΗ ΛΕΙΤΟΥΡΓΙΑ: Ορθότερα αποκαλείται Θ. Λειτουργία των Προηγιασμένων Τιμίων Δώρων. Λόγω του πένθιμου χαρακτήρα της περιόδου της Αγίας και Μεγάλης Τεσσαρακοστής δεν τελείται το αναστάσιμο μυστήριο της Θ. Ευχαριστίας τις καθημερινές. Έτσι, προαγιάζεται Άγιος Άρτος κατά την κυριακάτικη Θ. Λειτουργία, φυλάσσεται σε ειδικό σκεύος και προσφέρεται στους πιστούς κατά τη διάρκεια της εβδομάδας.

ΤΡΙΩΔΙΟ: Βιβλίο της Εκκλησίας, το οποίο περιέχει τις ακολουθίες της περιόδου από τον εσπερινό του Τελώνου και του Φαρισαίου μέχρι το Μεγάλο Σάββατο.

ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ: Η Ακολουθία του Ακαθίστου Ύμνου συνδυασμένη και Απόδειπνο. Ψάλλεται κατά τις Παρασκευές της νηστείας. Ξεκινά από την Παρασκευή μετά την Καθαρά Δευτέρα. Τις τέσσερεις πρώτες Παρασκευές διαβάζεται τμηματικά ο Ακάθιστος Ύμνος, ενώ την πέμπτη ολόκληρος. 
Διαβάστε περισσότερα...

ΟΣΙΟΣ ΠΕΤΡΟΣ Ο ΔΑΜΑΣΚΗΝΟΣ: ΚΑΛΑ ΚΑΙ ΚΑΚΑ

1Δεν είναι κακές οι τροφές αλλά η γαστριμαργία. Oύτε τα χρήματα αλλά η φιλαργυρία.

Oύτε η ομιλία αλλά η φλυαρία. Oύτε τα ευχάριστα του κόσμου αλλά η υπερβολή. Oύτε η αγάπη για τους δικούς μας παρά μόνο όταν γίνεται αφορμή να μην ευγνωμονούμε τον Θεό.

Oύτε τα ρούχα όταν τα έχουμε για να σκεπαζόμαστε και να φυλαγόμαστε από το κρύο και τον καύσωνα, αλλά τα περιττά και τα πολυτελή. 

Oύτε τα σπίτια όταν τα έχουμε για να φυλαγόμαστε απ᾽ αυτά που μόλις είπα και ακόμη από τους εχθρούς, θηρία και ανθρώπους, αλλά τα διόροφα και τριόροφα, τα μεγάλα και πολυδάπανα. Oύτε η ιδιοκτησία αλλά ο,τι δεν ανήκει στα απολύτως απαραίτητα.

'Οσιος Πέτρος ο Δαμασκηνός
Διαβάστε περισσότερα...

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ 7 ΑΠΡΙΛΙΟΥ

15(Μαρκ. η´ 34 - θ´ 1) - Κυριακή της Σταυροπροσκυνήσεως
Είπεν ο Κύριος• όστις θέλει οπίσω μου ακολουθείν, απαρνησάσθω εαυτόν καί αράτω τόν σταυρόν αυτού, καί ακολουθείτω μοι. ῞Ος γάρ άν θέλη τήν ψυχήν αυτού σώσαι, απολέσει αυτήν• ός δ᾿ άν απολέση τήνεαυτού ψυχήν ένεκεν εμού καί τού ευαγγελίου, ούτος σώσει αυτήν. Τί γάρ ωφελήσει άνθρωπον εάν κερδήση τόν κόσμον όλον, καί ζημιωθή τήν ψυχήν αυτού;

῎Η τί δώσει άνθρωπος αντάλλαγμα τής ψυχής αυτού; ῞Ος γάρ εάν επαισχυνθή με καί τούς εμούς λόγους εν τή γενεά ταύτη τή μοιχαλίδι καί αμαρτωλώ, καί ο υιός τού ανθρώπου επαισχυνθήσεται αυτόν όταν έλθη εν τή δόξη τού πατρός αυτού μετά τών αγγέλων τών αγίων.

Καί έλεγεν αυτοίς• αμήν λέγω υμίν ότι εισί τινες τών ώδε εστηκότων, οίτινες ου μή γεύσωνται θανάτου έως άν ίδωσι τήν βασιλείαν τού Θεού εληλυθυίαν εν δυνάμει.

Απόδοση στη νεοελληνική:
Είπε ο Κύριος «῞Οποιος θέλει νά μέ ακολουθήσει, άς απαρνηθεί τόν εαυτό του, άς σηκώσει τόν σταυρό του κι άς μέ ακολουθεί. Γιατί όποιος θέλει νά σώσει τή ζωή του θά τή χάσει• όποιος όμως χάσει τή ζωή του εξαιτίας μου καί εξαιτίας τού ευαγγελίου, αυτός θά τή σώσει. Τί θά ωφεληθεί ο άνθρωπος, άν κερδίσει ολόκληρο τόν κόσμο αλλά χάσει τή ζωή του;

Τί μπορεί νά δώσει ο άνθρωπος αντάλλαγμα γιά τή ζωή του; ῞Οποιος, ζώντας μέσα σ’ αυτή τή γενιά τήν άπιστη κι αμαρτωλή, ντραπεί γιά μένα καί γιά τή διδασκαλία μου, θά ντραπεί γι’ αυτόν καί ο Υιός τού ᾿Ανθρώπου, όταν έρθει μέ όλη τή λαμπρότητα τού Πατέρα του, μαζί μέ τούς αγίους αγγέλους».

Τούς έλεγε ακόμη ο ᾿Ιησούς• «Σάς βεβαιώνω πώς υπάρχουν μερικοί ανάμεσα σ’ αυτούς πού βρίσκονται εδώ, οι οποίοι δέν θά γευτούν τόν θάνατο, πρίν δούν νά έρχεται δυναμικά η βασιλεία τού Θεού». 
Διαβάστε περισσότερα...

Παρασκευή 5 Απριλίου 2013

ΠΡΟΣΕΥΧΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ

15Του Αγίου Γρηγορίου του Παλαμά

Υπεράγαθε Δέσποινα Θεοτόκε,
επάκουσον της οικτράς μου δεήσεως

και μη καταισχύνης με από της προσδοκίας μου,
η μετά Θεόν ελπίς πάντων των περάτων της γης.

Τον βρασμόν της σαρκός μου κατάσβεσον.
Τον εν τη ψυχή μου αγριότατον κλύδωνα κατεύνασον.

Τον πικρόν θυμόν καταπράϋνον.
Τον τύφον και την αλαζονείαν της ματαίας οιήσεως
εκ του νοός μου αφάνισον.


Τας νυκτερινάς φαντασίας των πονηρών πνευμάτων
και τας μεθημερινάς των ακαθάρτων εννοιών προσβολάς
εκ της καρδίας μου μείωσον.

Παίδευσόν με την γλώσσαν λαλείν τα συμφέροντα.

Δίδαξον τους οφθαλμούς μου
βλέπειν ορθώς της αρετής την ευθύτητα.

Τους πόδας μου τρέχειν ανυποσκελίστως
ποίησον την μακαρίαν οδόν των του Θεού εντολών.

Τας χείρας μου αγιασθήναι παρασκεύασον,
ίνα αξίως αίρω αυτάς προς τον Ύψιστον.


Κάθαρόν μου το στόμα,
ίνα μετά παρρησίας επικαλείται Πατέρα
τον φοβερόν Θεόν και πανάγιον.

Άνοιξόν μου τα ώτα, ίνα ακούω αισθητώς και νοητώς
τα υπέρ μέλι και κηρίον γλυκύτερα των αγίων Γραφών λόγια ,
και βιώ κατ ‘ αυτά από σου κραταιούμενος.


Δια γαρ σου , πανύμνητε και υπεράγαθε Δέσποινα,
περισώζεται πάσα βροτεία φύσις αινούσα και ευλογούσα
Πατέρα, Υιόν και Άγιον Πνεύμα,
την παναγίαν Τριάδα και ομοούσιον,
πάντοτε, νυν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν. 
Διαβάστε περισσότερα...