![]() |
|
||||||||||||||
| ...
Ἀπολυτίκιο. Ἦχος α’.
Ἐν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ κοιμήσει τὸν κόσμον, οὐ κατέλιπες Θεοτόκε· μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον. Ἦχος β’. Αὐτόμελον.
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.
Μεγαλυνάριον.
Παρέστης Παρθένε ἐκ δεξιῶν, τοῦ Παμβασιλέως, ὡς βασίλισσα τοῦ παντός, περιβεβλημένη, ἀθανασίας αἴγλην, ἀρθεῖσα μετὰ δόξης, πρὸς τὰ οὐράνια.
Πηγή από: http://www.synaxarion.gr/
| |||||||||||||||
Ἡ σελίδα αὐτὴ εἶναι ἀφιερωμένη στὴν ζωὴ τῶν Ἁγίων Μαρτύρων τῆς Ἐκκλησίας μας. Γίνεται χωρίς τὸ παραμικρὸ ὄφελος, παρὰ μόνο γιὰ τὴν Πνευματικὴ ἄνοδο.
