Προεπισκόπηση

Τρίτη 9 Οκτωβρίου 2012

Παρακλητικός Κανών στον Ευαγγελιστή Λουκά

Παρακλητικός Κανών στον Ευαγγελιστή Λουκά.

Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε Εἰσάκουσον, μεθ᾿ ὁ τὸ Θεὸς Κύριος καὶ τὸ ἑξῆς. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς ὑποφήτης τῶν Χριστοῦ μυστηρίων, Λουκᾶ θεόφρον Μαθητὰ τοῦ Σωτῆρος, διὰ παντὸς ἱκέτευε δεόμεθα, πάσης ἡμᾶς ῥύεσθαι, συμφορᾶς καὶ ἀνάγκης, τοὺς πιστῶς προστρέχοντας, τῷ ἁγίῳ ναῷ σου· σὺ γὰρ προστάτης πέφηνας ἡμῶν, καὶ ἀρωγός, καὶ μεσίτης πρὸς Κύριον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν´. Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· Βοήθει ἡμῖν Λουκᾶ παμμάκαρ. Γερασίμου.

Ωδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Βοήθειαν δίδου ταῖς σαῖς λιταῖς, Λουκᾶ θεηγόρε, τοῖς ἐν πίστει εἰλικρινεῖ, τῷ θείῳ προστρέχουσι ναῷ σου, καὶ τὴν θερμήν σου αἰτοῦσιν ἀντίληψιν.

Ὁ μέγας προστάτης τῶν εὐσεβῶν, Λουκᾶ Θεηγόρε, ἀπὸ πάσης ἐπιβουλῆς, καὶ βλάβης ἐχθροῦ τοῦ ἀοράτου, ῥύου ἡμᾶς τοὺς ἀεὶ σὲ γεραίροντας.

Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, λαμπόμενος μάκαρ, ὡς Ἀπόστολος εὐκλεής, λῦσον τῶν παθῶν ἡμῶν τὸ σκότος, Λουκᾶ Θεόφρον φωτὶ τῆς σῆς χάριτος.

Θεοτοκίον.

Θεὸν συλλαβοῦσα ἄνευ φθορᾶς, καὶ τέξασα Κόρη, ὑπὲρ φύσιν μετὰ σαρκός, ἐκ φθοροποιῶν με νοημάτων, τῶν τυῤῥανούντων με θᾶττον ἀπάλλαξον.

Ωδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἐκ παντοίων κινδύνων καὶ συμφορῶν λύτρωσαι, καὶ πολυειδῶν συμπτωμάτων καὶ περιστάσεων, τῇ προστασίᾳ σου, τὸν σὸν λαὸν θεηγόρε, τὸν προσατενίζοντα, τῇ ἀντιλήψει σου.

Ἰσχυρόν σε προστάτην καὶ βοηθὸν ἕτοιμον, ἔχοντες Λουκᾶ θεηγόρε ἐκ πάσης θλίψεως, ἄτρωτοι μένομεν, καὶ εὐχαρίστῳ καρδίᾳ, τὴν κηδεμονίαν σου, ἀνακηρύττομεν.

Τῇ θερμῇ σου πρεσβείᾳ πρὸς τὸν Χριστὸν ἔνδοξε, τεῖχος ἡμῖν γένοιτο θεῖον, καὶ ἀπερίτρεπτον, ἐχθρῶν ἀπείργουσα, τὰς χαλεπὰς ἐπιθέσεις, καὶ χαρὰν τὴν κρείττονα, ἡμῖν παρέχουσα.

Θεοτοκίον.

Μητροπάρθενε Κόρη ἡ τὸν Θεὸν τέξασα, καὶ μετὰ τὸν ἄφραστον τόκον παρθένος μείνασα, τὸν νοῦν μου καθαρόν, ἐκ μολυσμῶν ἀκαθάρτων, καὶ παθῶν χειρώσεως, ῥῦσαί με δέομαι.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀπόστολε θεηγόρε, ἐκ παντοίων ἐπιφορῶν τε καὶ θλίψεων, Λουκᾶ τοὺς σπεύδοντας πίστει τῇ χάριτί σου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ...

Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.

Χριστοῦ Μαθητής, καὶ ἱερὸς Ἀπόστολος, ὑπάρχων Λουκᾶ, προστάτης ἑτοιμότατος, ἡμῶν ἐδείχθης Ἅγιε· διὰ τοῦτο πιστῶς ἐκβοῶμέν σοι· Μὴ διαλίπῃς πρεσβεύων Χριστῷ, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.

Ωδὴ δ´. Εἰσακήκοα Κύριε.
Ἰατρὸς πέλων ἔνθεος, ἴασαι τὰ πάθη ψυχῆς καὶ σώματος, τῷ φαρμάκῳ τῆς σῆς χάριτος, ὦ Λουκᾶ τῶν πίστει προσιόντων σοι.

Νοσημάτων καὶ θλίψεων, καὶ δυσπραγιῶν ποικίλων ἁπάλλαξον, τοὺς προστρέχοντας τῇ σκέπῃ, Εὐαγγελιστὰ Λουκᾶ μακάριε.

Λαμπρυνόμενος χάριτι, τοῦ σοῦ διδασκάλου Λουκᾶ Ἀπόστολε, λάμπρυνόν μου τὴν διάνοιαν, τὴν ἐσκοτισμένην πολλοῖς πάθεσι.

Θεοτοκίον.

Ὄρος θεῖον προγράφει σε, κατασκιαζόμενον θείῳ Πνεύματι, ὁ Ἀββακοὺμ ὁ ἐνθεώτατος, Θεοτόκε μόνη Μητροπάρθενε.

Ωδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψιστον Θεόν, τοῖς βροτοῖς προσομιλήσαντα, ὃν ἐκήρυξας Λουκᾶ ἐπὶ τῆς γῆς, καθικέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κόπασον Λουκᾶ, τῶν παθῶν ἄγρια κύματα, ἀπειλοῦντα ἡμῖν ὄλεθρον δεινόν, καὶ εἰρήνην ἡμῖν αἴτει ἀστασίαστον.

Ἄνωθεν ἡμῖν, συμπαθῶς βλέψον Ἀπόστολε, τοῖς ἑστῶσι τῇ Εἰκόνι σου πιστῶς, καὶ παράσχου ἡμῖν πᾶσι τὰ αἰτήματα.

Θεοτοκίον.

Πάθεσι σαρκός, ὑποτέταγμαι ὁ δείλαιος, ἀλλὰ Δέσποινα σὺ δίδου μοι ἰσχύν, τοῦ ἐκφεύγειν τοῦ ἀλάστορος πᾶν νόημα.

Ωδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Ἀχείμαστον, οἷα ὅρμον εὑρόντες, τὸν σὸν ἅγιον ναὸν θεηγόρε, τῷ ἐν τρικυμίαις καὶ ζάλαις τοῦ βίου, τούτῳ Λουκᾷ εὐλαβῶς καταφεύγοντες, λυτρούμεθα τῶν δυσχερῶν, καὶ γαλήνης τελείας πληρούμεθα.

Μεγίστων, ἀξιωθεὶς χαρισμάτων, ὡς Ἀπόστολος Χριστοῦ θεηγόρος, μεγάλων πόνων ἡμᾶς ἀπαλλάττεις, καὶ πάσης βλάβης καὶ λύπης καὶ θλίψεως, τοὺς πολιοῦχόν σε θερμόν, κεκτημένους Λουκᾶ ἱερώτατε.

Μὴ παύσῃ, ταύτῃ τῇ πόλει παρέχων, τὴν σεπτήν σου προστασίαν καὶ χάριν, ὅτι τῇ σῇ ἀρωγῇ ἐγκαυχᾶται, καὶ τῷ ναῷ σου προστρέχει κραυγάζουσα· ῥύου ἡμᾶς ἀεὶ Λουκᾶ, δυσπραγίας ἁπάσης καὶ θλίψεως.

Θεοτοκίον.

Ἀγγέλων, ἁγιωτέρα ὑπάρχεις, ἀσυγκρίτως Παναγία Παρθένε, ὡς τὸν πανάγιον Λόγον τεκοῦσα, ἁγιασμὸν ἡμῖν πᾶσι παρέχοντα· διὸ ἁγίασον κἀμοῦ, καὶ ψυχὴν καὶ καρδίαν καὶ ἔννοιαν.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀπόστολε θεηγόρε, ἐκ παντοίων ἐπιφορῶν τε καὶ θλίψεων, Λουκᾶ τοὺς σπεύδοντας πίστει τῇ χάριτί σου.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον....

Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Ταῖς τῶν αἱμάτων σου.

Ὥσπερ λιμένα κατέχοντες ἄκλυστον, τὸν σὸν ναὸν ἐν αὐτῷ καταφεύγομεν, καὶ ζάλης ἁπάσης ῥυόμεθα, Λουκᾶ τῇ σῇ ἀντιλήψει καὶ χάριτι, Χριστὸν τὸν Σωτῆρα δοξάζοντες.

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ…

Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται...

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον.

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς κώμην Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες· ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα: Ταῖς τοῦ Ἀποστόλου...

Καὶ νῦν: Τοῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στίχ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...

Γλῶσσαν θεοκίνητον, τῇ θεϊκῇ ἐπιπνοίᾳ, πλουτήσας ἐχάραξας, τοῦ Χριστοῦ τὸ ἅγιον Εὐαγγέλιον, καὶ φωτὸς ἔμπλεως, τοῦ ἐπουρανίου, γεγονὼς Λουκᾶ Ἀπόστολε, σκότους ἀπάλλαξον, πάσης ἀσθενείας καὶ θλίψεως, καὶ νόσων καὶ κακώσεων, καὶ παντὸς σκανδάλου τοῦ ὄφεως, τοὺς σοὶ προσιόντας, εἰρήνην καὶ ὑγείαν καὶ χαράν, καὶ τῶν πταισμάτων, πᾶσιν ἐξαιτούμενος.

Ὁ Ἱερεύς: Σῶσον Κύριε τὸν λαόν σου...

Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κατὰ πάσης κακίας καὶ πικρὰς τυραννίδος τοῦ πολεμήτορος, ἰσχύν ἡμῖν παράσχου, Λουκᾶ θαυματοφόρε, καὶ παθῶν σβέσον ἄνθρακας, τῇ ἐπομβρίᾳ τῆς σῆς, ἁγίας προμηθείας.

Ἀσθενοῦσι τὴν ῥῶσιν, καὶ δεινῶς θλιβομένοις τὴν ἀπολύτρωσιν, καὶ πᾶσιν ἀθυμοῦσι, καὶ κατατρυχομένοις, θλιβεραῖς περιστάσεσιν, ἴασιν δίδου Λουκᾶ, καὶ δυσχερῶν τὴν λύσιν.

Ῥοῦν δεινῶν παθημάτων κατακλύζοντα πάντας ῥοπῇ τοῦ χείρονος, τοῖς ῥείθροις τῶν πολλῶν σου, ἀνάστειλον χαρίτων, καὶ ἡμᾶς καταδρόσισον, τοὺς φλεγόμενους Λουκᾶ, πυρὶ τῆς ἁμαρτίας.

Θεοτοκίον.

Γνώμην θείαν μοι δίδου, καὶ τῷ φόβῳ Κυρίου τὸν νοῦν μου τείχισον, ὡς ἂν τοῦ πολεμίου, ἐκφύγω τὰς πλεκτάνας, ὁ προστρέχων τῇ σκέπῃ σου, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, καὶ τύχω σωτηρίας.

Ωδὴ η´. Τὸν Βασιλέα.
Ἐν εὐλαβείᾳ, τῇ ἱερᾷ σου Εἰκόνι, παριστάμενοι Λουκᾶ σοὶ ἐκβοῶμεν· Δίδου ἡμῖν πᾶσι, δυσχερειῶν τῇ λύσιν.

Ῥῶσιν σωμάτων, καὶ τῶν ψυχῶν σωτηρίαν, ἡμῖν αἴτησαι Λουκᾶ παρὰ Κυρίου, τοῖς ἐκδεχομένοις, τὴν σὴν ἐπιστασίαν.

Ἀγαλλιᾶται, αὕτη ἡ πόλις πλουτοῦσα, πολιοῦχόν σε Λουκᾶ καὶ τὰς αἰτήσεις, παρὰ σοῦ λαμβάνει, ὑμνοῦσά σου τὴν χάριν.

Θεοτοκίον.

Σύ μου προστάτις, καὶ ἀσφαλὴς σωτηρία, Παναμώμητε δεδοξασμένη Κόρη, ὅθεν τῇ σῇ σκέπῃ, προστρέχω καθ᾿ ἑκάστην.

Ωδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν ἡμῖν παράσχου, ἐν ταῖς δυσχερείαις, καὶ ταῖς ἀνάγκαις τοῦ βίου καὶ θλίψεσι, Λουκᾶ πίστει τοῖς προστρέχουσι τῇ πρεσβείᾳ σου.

Μανίας τοῦ Βελίαρ, φύλαττε ἀτρώτους, καὶ πολυπλόκων σκανδάλων Ἀπόστολε, τοὺς ἀδιστάκτῳ καρδίᾳ σὲ μεγαλύνοντας.

Ὁ ἅγιος ναός σου, πάντας ἁγιάζει, τοὺς ἐν αὐτῷ εἰσιόντας Ἀπόστολε, διὸ κἀμὲ ἐξαγίστων πράξεων καθαρόν.

Θεοτοκίον.

Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, μεθοδειῶν τῶν ποικίλων τοῦ ὄφεως, καὶ φωτισμοῦ οὐρανίου τοῦτον ἀξίωσον.

Τὸ Ἄξιόν ἐστι καὶ τὰ μεγαλυνάρια.

Μύστης τοῦ Σωτῆρος θεοειδής, Εὐαγγελιστής τε, καὶ Ἀπόστολος εὐκλεής, Λουκᾶ ἀναδείχθης, τῇ θείᾳ ἐπιπνοίᾳ, καὶ πᾶσι καταλάμπεις, τὸ φῶς τῆς χάριτος.

Ἴασαι ψυχήν μου τὴν ἀσθενῆ, ἰατρὸς ὑπάρχων, καὶ Ἀπόστολος τοῦ Χριστοῦ, Λουκᾶ θεηγόρε, καὶ ῥῶσιν καὶ ὑγείαν, τῷ σώματί μου δίδου, καθικετεύω σε.

Αἴγλη διαλάμπων τῇ τοῦ Χριστοῦ, τοῦ Εὐαγγελίου, ὤφθης θεῖος μυσταγωγός, καὶ γράμμασι τοῦτο, σοφῶς διαχαράττεις, ὡς τῶν ἀῤῥήτων μύστης, Λουκᾶ Ἀπόστολε.

Παύλῳ τῷ θεόπτῃ ἀκολουθῶν, σὺν αὐτῷ κηρύττεις, τὴν ἀπόῤῥητον τοῦ Χριστοῦ, σάρκωσιν ἐν κόσμῳ, Λουκᾶ καὶ ἐν ταῖς Θήβαις, τῆς Βοιωτίας δρόμον, τὸν θεῖον ἤνυσας.

Θεῖον πολιοῦχόν σε καὶ φρουρόν, Λουκᾶ θεηγόρε, κεκτημένοι τῷ σῷ ναῷ, σπεύδομεν ἐν πίστει, καὶ τῇ σῇ προστασίᾳ, λαμβάνομεν ταχέως , ἃ ἐξαιτούμεθα.

Φύλαττε ἀτρώτους πάσης ὀργῆς, λοιμῶν λαοφθόρων καὶ κινδύνων καὶ συμφορῶν, Λουκᾶ θεηγόρε, τοὺς ἀρωγὸν καὶ ῥύστην, καὶ θεῖον ἀντιλήπτορα κεκτημένους σε.

Πᾶσαι τῶν Ἀγγέλων...

Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ᾿ ἣν ψάλλομεν τὰ ἑξῆς. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Ἔχων, παῤῥησίαν πρὸς Χριστόν, Εὐαγγελιστὰ θεηγόρε, Λουκᾶ Ἀπόστολε, πρέσβευε δεόμεθα, λυτροῦσθαι πάντοτε, τοὺς πιστῶς σοι προσπίπτοντας, ἐκ πάσης ἀνάγκης, πόνων καὶ κακώσεων, καὶ νοσημάτων πικρῶν, σὺ γὰρ ἡμῶν μέγας προστάτης, καὶ τῷ σῷ ναῷ προσιόντες, πάθη ἀθυμίας ἐκλυτρούμεθα.

Δέσποινα πρόσδεξαι..

Τὴν πᾶσαν ἐλπίδα μου...


Δίστιχον.

Λουκᾶ τὴν παράκλησιν πρόσδεξαι ταύτην

Ἢν σοι Γεράσιμος ὑφάνας προσάγει.

Πηγή από: http://xristianos.gr/