Προεπισκόπηση

Τρίτη 23 Οκτωβρίου 2012

Παρακλητικός Κανών Παναγίας Ναυπακτιώτισσας

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΠΑΝΑΓΙΑΣ ΝΑΥΠΑΚΤΙΩΤΙΣΣΑΣ

(2Η ΚΥΡΙΑΚΗ ΟΚΤΩΒΡΙΟΥ)


Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος καὶ τὸ ἑξῆς: Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς παῤῥησίαν μητρικὴν κεκτημένην, πρὸς τὸν Υἱόν Σου καὶ Θεὸν τῶν ἁπάντων, κλεινὴ Ναυπακτιώτισσα Παρθένε Ἁγνή, Τοῦτον καθικέτευε ἐκτενῶς ὑπὲρ πάντων, τῶν ὑμνολογούντων Σε ἵνα πόνων ῥυσθῶμεν, παντοειδῶν κινδύνων λοιμικῶν, ἀῤῥωστημάτων, δεινῶν τε καὶ θλίψεων.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε…

Ὁ Ν΄ ψαλμός, καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: ΕΞ ΑΡΧΕΙΩΝ ΕΓΝΩΚΑΜΕΝ ΣΕ ΝΑΥΠΑΚΤΙΩΤΙΣΣΣΑ. Χ(αραλάμπους).

Ωδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἐπίβλεψον Μῆτερ ἐξ οὐρανοῦ, καὶ σῶσον τοὺς πίστει, ἀνυμνοῦντας διὰ παντός, τὰ σὰ μεγαλεῖα Θεοτόκε, τῶν Ναυπακτίων ταχεῖα ἀντίληψι.

Ξενίας τυχεῖν με δεσποτικῆς, Ἁγνὴ μετὰ πότμον, ἐν τῇ χώρᾳ τῶν οὐρανῶν, τὸν ᾦδε οὐκ ἔχοντα πατρίδα, ἀλλ’ ἐκζητοῦντα τὴν ἄνω ἀξίωσον.

Ἀφρόνως βιώσας ὁ δυστυχής, κραυγάζω σοι Μῆτερ, Ναυπακτίων φῶς ἱλαρόν, συνέτισον καὶ πρὸς τὴν φωσφόρον, ὁδὸν τὴν σώζουσαν πάντας με ἴθυνον.

Ῥανίδας ἀπόσμηξον τῶν ἐμῶν, δακρύων ἐλέους, μανδηλίῳ Σου Μαριάμ, καὶ δὸς Ναυπακτίων Κόρη τάχος, κἀμοὶ χαρὰν μυστικὴν ἱκετεύω σε.
Χαρίτωσον πάντας τοὺς ἐν χορῷ, τῇ θείᾳ Σου σκέπῃ, καταφεύγοντας χοϊκούς, ὦ Μῆτερ ἀπαύστως δεομένη, τοῦ θείου τόκου Σου Ναυπακτιώτισσα.

Ωδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ἐλεήμονος Λόγου, περικαλλὲς σκήνωμα, ἔσχες ἐν Ναυπάκτου τῇ πόλει, πάλαι περίλαμπρον, ναὸν ἐν ᾧ τῶν πιστῶν, συνεκεντροῦτο οἱ δῆμοι, καὶ ᾠδαῖς εὐσχήμοσι, Σὲ ἐμεγάλυνον.

Ἱκετεύεις ἀπαύστως, ὑπὲρ ἡμῶν Ἄνασσα, οὐρανοῦ καὶ γῆς τὸν Δεσπότην, καὶ μόνον Κύριον, τῶν ἐκ μυχίων ψυχῆς, ἀνευφημούντων τὴν δόξαν, Ναυπακτίων καύχημα, τῶν μεγαλείων Σου.

Ὡς ἀσάλευτον στῦλον, καὶ ἀκλινὲς ἔρεισμα, ὦ Ναυπακτιώτισσα Κόρη, τῆς ἀδελφότητος, τῆς ἐν ταῖς Θήβαις λαμπρῶς, διαλαμψάσης ὑμνοῦμεν, σπεύδοντες ἑκάστοτε, τῇ μεσιτείᾳ Σου.

Ναυπακτίων προστάτιν, καὶ βοηθὸν τάχιστον, ἐν δεινοῖς Σὲ ἔγνωμεν πάντες, Νύμφη ἀνήροτε, διὸ προστρέχομεν νῦν, τῇ ἀῤῥαγεῖ Σου πρεσβείᾳ, πόθῳ μεγαλύνοντες, τὸν Σὲ δοξάσαντα.

Ἐν ἀγάπῃ τελείᾳ, τῷ Λυτρωτῇ Δέσποινα, ἔργοις εὐσεβείας καὶ λόγοις, Ναυπακτιώτισσα, εὐαρεστῆσαι σαφῶς, ἀξίωσόν με τὸν πίστει, ἐκζητοῦντα πάντοτε, τὴν Σὴν ἀντίληψιν.

Διάσωσον, Ναυπακτιώτισσα Κόρη ἀπὸ κινδύνων, νοσημάτων πολυειδῶν ψυχῶν καὶ σωμάτων τε, τοὺς σπεύδοντας τῇ Σῇ χάριτι καθ’ ἑκάστην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ…

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Χριστὸν ἀληθῶς ἐν κόλποις ἐγαλούχησας, μητέρων τερπνὸν καὶ θεῖον ἀγαλλίαμα, διὸ χάριν εἴληφας ἀεὶ μεσιτεύειν πρὸς Κύριον, ὑπὲρ ἡμῶν τῶν πίστει ἀκλινεῖ, Ναυπάκτου ὡράϊσμα ὑμνούντων σε.

Ωδὴ δ΄. Εἰσακήκοα Κύριε.
Γεωργήσας ὁ δείλαιος, τὰς τῆς ἁμαρτίας ἀκάνθας κράζω σοι· Ναυπακτίων ἐγκαλλώπισμα, τὴν ἐμὴν ψυχὴν παθῶν καθάρισον.

Νοσημάτων ἀπάλλαξον, λοιμικῶν κινδύνων πυρὸς καὶ καύσωνος, τοὺς προστρέχοντας Πανύμνητε, τῇ πανσθενουργῷ ἁγίᾳ σκέπῃ Σου.

Ὥσπερ Μήτηρ τοῦ Κτίσαντος, παῤῥησίαν ἔχεις Ναυπακτιώτισσα, ἀπελαύνεις ἐκ τῶν δούλων Σου, πᾶσαν θλῖψιν ζόφον τε καὶ στένωσιν.

Καταφύγιον ἔχοντες, Ναυπακτίων κλέος καὶ ἱλαστήριον, τὴν περίπτυστον εἰκόνα Σου, ἐξ αὐτῆς δυνάμεις ἀρυόμεθα.

Ωδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνωθεν ἡμᾶς, περισκέπασον Μητρόθεε, τοὺς αἰτοῦντας τὴν θερμήν Σου ἀρωγήν, ὡς τὸ πάλαι τὴν ἐν Θήβαις ἀδελφότητα.

Μέμνησο ἁγνή, τῶν τιμώντων σε ἑκάστοτε, Βοιωτίας περιτείχισμα στεῤῥόν, καὶ Ναυπάκτου ἱερώτατον θησαύρισμα.

Ἔχει τῶν βροτῶν, ἡ ὁμήγυρις Σὲ φύλακα, καὶ ἀσπίδα ἐκ τῶν πλάνου προσβολῶν, Δεομένη ευκλεὲς Ναυπακτιώτισσα.

Νέκρωσον σαρκός, τῆς ἐμῆς Θεογεννήτρια, ἡδονὰς καὶ πρὸς ἐνάρετον ζωήν, ἴθυνόν με τῇ ἀόκνῳ μεσιτείᾳ Σου.

Ωδὴ στ΄. Τὴν δέησιν.
Συντήρησον, τοὺς Σὲ μεγαλύνοντας, ἀπημάντους τῆς τοῦ ὄφεως πλάνης, καὶ ἅπαν βέλος αὐτοῦ ἰοβόλον, θραῦσον δυνάμει τοῦ Κτίστου καὶ τόκου Σου, τῶν Ναυπακτίων ἀῤῥαγές, καὶ ἀπόρθητον φρούριον Δέσποινα.

Ἐγνώκαμεν, τὴν πρὸς Σὲ εὐλάβειαν, ἐξ ἀρχείων Θεοτόκε ἀρχαίων, ἥν τῆς Ναυπάκτου τε καὶ Βοιωτίας, ἔσχον οἱ δῆμοι καὶ πίστει Σοὶ κράζομεν· βοήθησον καὶ νῦν ἡμᾶς, σωφροσύνης βαθμίδας ἀνέρχεσθαι.

Ναυπάκτιον, γέρας πολύτιμον, καὶ ἀτίμητον τῆς πόλεως στέφος Ἁγνὴ Παρθένε Θεόνυμφε Κόρη, τῇ παναγία μορφῇ Σου προστρέχοντες, ῥυόμεθα παντοδαπῶν, νοσημάτων ψυχῆς τε καὶ σώματος.

Ἀπόσμηξον, τῆς ψυχῆς τὰ δάκρυα, ἀφ’ ἡμῶν τῶν ἐκζητούντων Σὴν χάριν, καὶ ἐν χαρᾷ καὶ εἰρήνῃ διάγειν, ἡμᾶς ἀξίωσον τάχος δεόμεθα, κρουνὲ ἀῤῥήτου χαρμονῆς, εὐσεβῶν καὶ πηγὴ ἁγιάσματος.

Διάσωσον, Ναυπακτιώτισσα Κόρη ἀπὸ κινδύνων, νοσημάτων πολυειδῶν ψυχῶν καὶ σωμάτων τε, τοὺς σπεύδοντας τῇ Σῇ χάριτι καθ’ ἑκάστην.

Ἄχραντε…

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Θεοχαρίτωτε Νύμφη Ἀνύμφευτε, τῶν Ναυπακτίων μεσῖτις πρὸς Κύριον, καὶ τόκον Σου θεῖον δεόμεθα, ἀπὸ κινδύνων δυσώπει λυτρώσασθαι, τοὺς πόθῳ ἀεὶ Σὲ δοξάζοντας.

Προκείμενον: Μνησθήσομαι τοῦ Ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ…

Στ.: Τὸ πρόσωπόν Σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ…

Ἐκ τοῦ κατὰ Λουκᾶν Ἀγίου Εὐαγγελίου. (Κεφ. Α΄, 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη, καὶ εἶπεν: Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσαν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα: Ταῖς πρεσβείας Σῶτερ, τῆς Ναυπακτιωτίσσης, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον. Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Μέγα καταφύγιον, τῶν Ναυπακτίων ἐπώφθης, καὶ κρουνὸς ἀείῤῥοος, βρύων τῶν ἰάσεων, πᾶσι νάματα, Ἄχραντε Δέσποινα, Μῆτερ τοῦ Ὑψίστου, διὰ τοῦτο Σοὶ προσπίπτομεν, καὶ ἐκλυτρούμεθα, πάσης ἀῤῥωστίας καὶ θλίψεως, οἱ πόθῳ μεγαλύνοντες, ὄντως θαυμασίων τὸ πλῆθός Σου, καὶ διαλαλοῦμεν, τὴν χάριν Σου Παντάνασσα σεμνή, δι’ ἧς σῳζόμεθα ἅπαντες, οἱ ἐν δίναις στένοντες.

Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὕμνοις πρέπουσιν ᾄδειν, τὴν ἁγίαν μορφήν Σου Ναυπακτιώτισσα, ἀξίωσον σοὺς δούλους, καὶ ἔμπλησον σοφίας, εὐφροσύνης συνέσεως, καὶ εὐσεβείας ἡμᾶς, τοὺς Σοὶ προσπεφευγότας.

Πλήρης χάριτος πέλει, ἡ ἁγία Εἰκών Σου Ναυπακτιώτισσα, ἐξ ἧς τῶν Ὀρθοδόξων, ἀφθόνως αἱ χορεῖαι, τῶν σωμάτων λαμβάνουσιν, ἁγιασμὸν καὶ ψυχῶν, δεδοξασμένη Κόρη.

Ἀπὸ πάσης ἀνάγκης, συμφορῶν καὶ κινδύνων Παρθένε λύτρωσαι, τοὺς ἀπεκδεχομένους, τὴν θείαν Σου πρεσβείαν, καὶ ἀπαύστως δοξάζοντας, τὸν Σὸν Υἱὸν καὶ Θεόν, ἀγλάϊσμα Ναυπάκτου.

Κλυδωνούμενον σάλῳ, πειρασμῶν ἀνυποίστων Παρθένε δοῦλόν Σου, μὴ μὲ ἐγκαταλείψῃς, ἀλλ’ ἴθυνόν με τάχος, πρὸς λιμένα πανεύδιον, ἵνα ὁ τάλας σωθῶ, καὶ Σὲ ἀεὶ γεραίρω.

Ωδὴ η΄. Τὸν Βασιλέα.
Τῇ κραταιᾷ Σου, δυνάμει σκέπασον Κόρη, τοὺς προστρέχοντας τῇ ἱερᾷ μορφῇ Σου, καὶ ὑπερυψοῦντας ἀπαύστως τὸν Σὸν τόκον.

Ἰλύος ῥῦσαι, τῆς ἐμπαθείας μου Μῆτερ, Ναυπακτίων στῦλε ἄσειστε τὸν πόθῳ, ἀνυμνολογοῦντα τὴν Σὴν δοθεῖσαν χάριν.

Ὡς τοῦ Δεσπότου, ηὐτρεπισμένον δοχεῖον, καὶ Παντάνακτος πανάσπιλον καθέδρα, Σὲ εἰς τοὺς αἰῶνας Ἁγνὴ δοξολογοῦμεν.

Τῆς μετανοίας, ὑπάνοιξόν μοι τὰς πύλας, ἀγλαὴ Ναυπακτιώτισσα Παρθένε, καὶ πρὸς σωτηρίας, ὁδήγησόν με τρίβους.

Ωδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν κατὰ τοῦ πλάνου, δίδου τοῖς Σοῖς δούλοις, Ναυπακτιώτισσα Νύμφη ἀπείρανδρε, τοῖς προσιοῦσι πιστῶς τῇ σεπτῇ εἰκόνι Σου.

Σὲ ἔφορον προστάτιν, καὶ ῥῦστιν ἐν κινδύνων, αἱ Ναυπακτίων χορεῖαι κατέχουσαι, τῇ ταχινῇ ἀντιλήψει Σου Μῆτερ σπεύδουσι.

Σωμάτων Θεοτόκε, θεράπευσον τὰ ἄλγη, ὡς μητρικὴν παῤῥησίαν κατέχουσα, πρὸς τὸν Σωτῆρα Υἱόν Σου καὶ πάντων Κύριον.

Ἀμόλυντε Παρθένε, τῶν Ναυπακτίων πλήθη, τῇ Σῇ Εἰκόνι προσπίπτοντα γάνυνται, καὶ ἀναμπέμπουσιν ὕμνους τῷ Σὲ δοξάσαντι.

Χαρίτωσον τοὺς πίστει, Σὲ ὑμνολογοῦντας, καὶ τῆς ἀλήκτου ζωῆς καταξίωσον, αὐτοὺς τυχεῖν Θεοτόκε Ναυπακτιώτισσα.

Ἄξιόν ἐστι… καὶ τὰ Μεγαλυνάρια.

Δεῦτε Ναυπακτίων καὶ Βοιωτῶν, οἱ χοροὶ προφόνως, ἀνυμνήσωμεν ἐν σπουδῇ, τῆς ἁγνῆς Παρθένου, εἰκόνα τὴν ἁγίαν, τὴν ἐπικεκλημένην, Ναυπακτιώτισσαν.

Δεομένη Μῆτερ τοῦ Λυτρωτοῦ, Ναυπακτίων κλέος, Σὴν εἰκόνα τὴν θαυμαστήν, ἔγνωμεν ἐν χρόνοις, ἐσχάτοις ἐξ ἀρχείων, κειμένων ἐν Παλέρμῳ, καὶ κατηυφράνθημεν.

Σκέπε ἀπὸ πάσης ἐπιβουλής, τοῦ βελίαρ Μῆτερ, καὶ σκανδάλων τοὺς εὐλαβῶς, ἐπικαλουμένους, τὴν χάριν Σου καὶ ῥῦσαι, αὐτοὺς ἐξ ἀλγηδόνων, Ναυπακτιώτισσα.

Πᾶσαι τῶν Ἀγγέλων α στρατιαί…
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ναυπακτίων τὰ πλήθη περισκέπεις ἑκάστοτε, καὶ περιφρουρεῖς Θεοτόκε ὑπερύμνητε Δέσποινα, κατέχουσι γὰρ ταῦτα θησαυρόν, ἐκ χρόνων παναρχαίων Σὴν σεπτήν, καὶ περίπτυστον εἰκόνα, ἐξ ἧς καρποῦνται χάριν καὶ ἰάματα· Δόξα τῷ Σῷ Υἱῷ καὶ Λυτρωτῇ, δόξα τοῖς μεγαλείοις Σου, δόξα τῇ ἀρωγῇ Σου πρὸς ἡμᾶς, Ναυπακτιώτισσα.

Εἶτα ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς: Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Δεῦτε, Ναυπακτίων οἱ χοροί, καὶ οἱ δῆμοι πάσης Ἑλλάδος, ἀνευφημήσωμεν, τὴν Ναυπακτιώτισσαν, ἀειμακάριστον, καὶ πανύμνητον Δέσποιναν, τὴν τάχος πληροῦσαν, πάντων τὰ αἰτήματα, καὶ τὸν Σωτῆρα Χριστόν, ῥύσασθαι κινδύνων αἰτοῦσαν, δούλους τοὺς αὐτῆς καὶ γεέννης, τοῦ πυρὸς τοῦ πάντας κατακαίοντος.

Δέσποινα πρόσδεξαι…

Τὴν πάσαν ἐλπίδα μου…


Πηγή από: http://xristianos.gr/