Προεπισκόπηση

Σάββατο 20 Απριλίου 2013

Παρακλητικός Κανών εις τας Αγίας Αγάπην, Ειρήνην κ Χιονίαν

Παρακλητικός Κανών εἰς τὰς ἁγίας ἐνδόξους μεγαλομάρτυρας Ἀγάπην, Εἰρήνην καὶ Χιονίαν, τὰς αὐταδέλφους προστάτιδας τῆς νεότητος τῆς Ἱερᾶς Μητροπόλεως Βεροίας, Ναούσης καὶ Καμπανίας


ΠΟΙΗΜΑ ΣΤΥΛΙΑΝΟΥ ΜΑΚΡΗ, Δρος Θ.,
Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου
Εὐλογήσαντος τοῦ Ἱερέως, λέγομεν τὸν παρόντα ψαλμόν
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, 
Καὶ εὐθὺς ψάλλομεν

Ἦχος δ΄.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια
Ἧχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τὴν νεότητα ὑμῶν ὁμοψύχως, καθοσιώσασαι τῷ φύσιν βροτείαν, διὰ Σταυροῦ καινώσαντι Χριστῷ τῷ Θεῷ, ταύτην δὲ ἀνακαινήσασαι, μαρτυρίῳ φλογόεντι, ὥσπερ ἀετοῦ σαφῶς, ἀνθεῖτε εἰς αἰῶνας, ὅθεν καὶ νῦν οὖν δύνασθε θερμῶς, ὑπὲρ τῶν νέων, πρεσβεύειν αὐτάδελφοι.

Δόξα. Ἦχος πλ. α΄ . Τὸν Συνάναρχον. (Γερασίμου).
Ὡς αὐτάδελφοι κόραι καὶ οὐρανόφρονες, πρὸς εὐσεβείας ἀγῶνας ὁμονοοῦσαι καλῶς, τὸν ἀρχέκακον ἐχθρὸν κατεπαλαίσατε, Χιονία ἡ σεμνή, σὺν Ἀγάπῃ τῇ κλειτῇ, Εἰρήνη ἡ πανολβία, καὶ νῦν Χριστὸν δυσωπεῖτε, ἐλεηθῆναι τὰς ψυχὰς ὑμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ὑμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Εἶτα λέγομεν τὸν παρόντα ψαλμόν
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου. …..
Εἶτα ψάλλομεν τὸν παρόντα κανόνα, οὗ ἡ ἀκροστιχίς:
ΣΠΕΥΣΑΣΑΙ, ΑΥΤΑΔΕΛΦΟΙ, ΒΟΗΘΗΣΑΤΕ ΗΜΙΝ. (Στυλιανοῦ Πρεσβυτέρου)

Ωδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σεπτὴν ἀνυμνήσωμεν οἱ πιστοί, τριάδα ἁγίων, αὐταδέλφων καὶ ἀρωγήν, σπεύσωμεν ὑπὲρ τῆς νεολαίας, καὶ στηριγμὸν εἰς τὴν πίστιν αἰτήσασθαι.

Ποθήσασαι μάρτυρες τὸν Χριστόν, σεπτοῦ μαρτυρίου, ἠξιώθητε δι’ Αὐτόν, Ὃν ὡς παῤῥησίαν κεκτημέναι, ὑπὲρ ἐφήβων θερμῶς ἱκετεύσατε.

Εἰρήνη Ἀγάπη αἱ ἀγλαεῖς, σεμνὴ Χιονία, μὴ ἐλλίπητε τοὺς πιστῶς, νῦν προσευχομένους καὶ ὑμνοῦντας, ὑμῶν τὴν θείαν καὶ ἔνδοξον ἄθλησιν.
Θεοτοκίον.
Ὑπέραγνε μῆτερ τοῦ Λυτρωτοῦ, σκέπῃ μητρικῇ σου, περιφρούρει τὴν τοῦ Χριστοῦ, πᾶσαν νεολαίαν ἣν μὴ παύσῃ, παιδαγωγοῦσα εἰς πίστιν ὀρθόδοξον.

Ωδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σαρκικῶν ὀχλημάτων, καὶ πονηρῶν ἕξεων, τοὺς ἐφήβους ῥύσασθε κόραι, ἁγναὶ αὐτάδελφοι, ὡς ἂν ἁγνότητα, διατηρήσωσιν ὅλως, ἀκεραίαν μάρτυρες, ψυχῆς καὶ σώματος.

Ἀρεταῖς κοσμηθεῖσαι, πνευματικαῖς μάρτυρες, φρόνιμοι παρθένοι Νυμφίῳ, Χριστῷ παρέστητε, Ὃν ἱκετεύσατε, θύραν ἐλέους μὴ κλεῖσαι, τοῖς λαμπάδα φέρουσιν, πίστεως ἄσβεστον. 

Σπόρον θεῖον τοῦ Λόγου, καρπὸν πολὺν φέροντα, ἔσπειρεν ὁ Μεγαλομάρτυς, Χριστοῦ Δημήτριος, ἐν ταῖς ψυχαῖς ὑμῶν, μεθ’ οὗ Κυρίῳ παρθένοι, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ νεότητος.
Θεοτοκίον.
Ἅψαι λύχνον θελήσας, τῶν ἀρετῶν Πάναγνε, ἔλαιον οὐκ ἔχω ὁ τάλας, οὐδὲ μετάνοιαν, διὸ αἰτοῦμαί σε, μακροθυμίας τυχεῖν με, τοῦ Υἱοῦ σου Δέσποινα, διὰ πρεσβείας σου.

Διάσωσον, ἐκ λογισμῶν ἀπιστίας καὶ νοημάτων, βλασφημίας καὶ πειρασμῶν σαρκὸς τὴν νεότητα, τριὰς αὐταδέλφων σεπτῶν μαρτύρων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα

Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἐν κήπῳ ζωῆς, τοῦ Παραδείσου μάρτυρες, ὡς ἄνθη σεμναί, εὐώδη ἐφυτεύθητε, καὶ τὸ αἷμα κεράσασαι, μαρτυρίου ὑμῶν τῷ τοῦ Πνεύματος, μυροδοχείῳ Τούτου τὴν λεπτήν, πιστοῖς εὐωδίαν ἀναπέμπετε. 

Ωδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱκεσίαν μὴ παύσητε, πέμπουσαι αὐτάδελφοι πρὸς τὸν Κύριον, ὑπὲρ νέων ὅτι ἅπαντες, ἐν ταῖς ἁμαρτίαις ἀπολύμεθα.

Ἀρνηθεῖσαι τὸ φρόνημα, τῆς σαρκὸς ἐφήβους καταξιώσατε, ἐν πρεσβείαις ζῆσαι Πνεύματι, καὶ Αὐτῷ στοιχῆσαι θεοφίλητοι.

Ὑετῷ τῶν χαρίτων σου, ἄρδευσον ἀρούρας τῶν καρδιῶν ἡμῶν, πρὸς πλουσίαν καρποφόρησιν, θείων ἀρετῶν τριὰς πολύαθλε. 
Θεοτοκίον.
Τείνας χεῖρας σοῦ δέομαι, ἔνδακρυς Παρθένε ἐκ σοῦ αἰτούμενος, ἀποδρᾶναι τῆς δικαίας μου, καταδίκης Ἄχραντε πρεσβείαις σου.

Ωδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄλογος τὸν νοῦν, εὑρεθείς ἀλόγοις πάθεσιν, ὡς περιπίπτων ἅγιαι τὸν Θεόν, Λόγον φωτῖσαί με κράζω καθικετεύσατε.

Δείπνου μυστικοῦ, ἀνενόχως ἀξιώσατε, τὴν νεολαίαν μάρτυρες μετασχεῖν, καὶ μὴ εἰς κρῖμα λιταῖς ὑμῶν ἀξιάγαστοι. 

Εἴδωλα ψευδῆ, καὶ αἰσχύνης τὰ σεβάσματα, ὡς καθελοῦσαι κόραι μόνῳ Θεῷ, τὴν νεολαίαν λατρεῦσαι καθοδηγήσατε.
Θεοτοκίον.
Λύτρωσαι παθῶν, ψυχοφθόρων τὰ τεκνία σου, τὴν ἐπανάστασιν παύουσαν τῆς σαρκός, καὶ τὰς ὁρμὰς καθελοῦσα ἡμῶν Πανύμνητε. 

Ωδὴ στ΄. Τὴν δέησιν.
Φαντάσματα, τὰ καθ’ ὕπνον μάρτυρες, καὶ ἀχλὺν τῶν πονηρῶν νοημάτων, καὶ ἀπρεποῦς φαντασίας τὴν λύμην, λυτρωτικῶς ἀποστήσατε τάχιστα, ἀπὸ τῶν νέων τῶν θερμῶς, ἐκζητούντων ὑμῶν τὴν ἀντίληψιν.

Ὀδύρομαι, καὶ θρηνῶ ὁ ἄθλιος, ὅτι νῦξ μοι ἁμαρτίας ὑπάρχει, ἀσέληνός τε ζοφώδης παρθένοι, διὸ ἀκτῖσι τοῦ Πνεύματος σπεύσατε, φωτῖσαί με ὅπως τὸν νοῦν, καθαρθῶ καὶ τὴν αἴσθησιν, δέομαι.

Ἰσόψυχοι, ἐν θανάτῳ ἔστητε, Χιονία σὺν Εἰρήνῃ Ἀγάπη, καρτερικῶς ὑπομείνασαι καῦσιν, τιμιωτάτων μελῶν ὑμῶν μάρτυρες, ὅθεν καὶ δύνασθε τὸ πῦρ, τῆς σαρκὸς ἡμῶν σβέσαι αὐτάδελφοι.
Θεοτοκίον.
Βεβύθισμαι, ἐν ἀβύσσῳ Ἄχραντε, ἁμαρτίας καὶ παθῶν τῶν καθ’ ἕξιν, αὐταρεσκείας πορνείας κακίας, γαστριμαργίας θυμοῦ καὶ φαυλότητος, ὅθεν ἐνθέρμως σοὶ βοῶ· τεῖνον χεῖρα τοῦ σῶσαί με Δέσποινα.

Διάσωσον, ἐκ λογισμῶν ἀπιστίας καὶ νοημάτων, βλασφημίας καὶ πειρασμῶν σαρκὸς τὴν νεότητα, τριὰς αὐταδέλφων σεπτῶν μαρτύρων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον

Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὴν Ἐκκλησίαν ἁκτῖσι μαρμαίρετε, τοῦ ἀενάου φωτὸς ἀξιάγαστοι, Χριστῷ τῷ Νυμφίῳ ἑπόμεναι, ὡς ἐκ παστοῦ τῷ ἐκ τάφου ἐκλάμψαντι, καὶ ᾍδου τὸ κράτος καταργήσαντι.

Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον·
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον τῶν Δέκα Παρθένων. (Σάββατον ΙΖ΄ Ματθαίου).
Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Απεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Απερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. 
Υστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. Ο δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. 

Δόξα. Ταῖς τῶν αὐταδέλφων…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου… 

Εἶτα τὸ παρὸν τροπάριον
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἔρωτι αὐτάδελφοι, πυρποληθεῖσαι τῷ θείῳ, τὸν Νυμφίον μάρτυρες, ὅλως ἠγαπήσατε ἀξιάγαστοι, καὶ τὸ μὲν βρόμιον, πῦρ μὴ φοβηθεῖσαι, ὡς θυμίαμα εὐάρεστον, τὰ τιμιώτατα, μέλη τῆς σαρκὸς ὑμῶν ἔνδοξοι, Κυρίῳ προσηνέγκατε, τὴν δὲ φλόγα κόραι αὐξήσασαι, τῆς Αὐτοῦ ἀγάπης, στεφάνων ἠξιώθητε λαμπρῶν, καὶ εἰς Νυμφῶνα οὐράνιον, ἐν τιμῇ εἰσήλθατε.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου

Ἐλέει καὶ οἰκτιρμοῖς

Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ ἐν τῇ Ἠμαθίᾳ, διατρίβοντες παῖδες καὶ αἱ νεάνιδες, τῆς ὑμετέρας κόραι, ἐν βίῳ προστασίας, καὶ σπουδαῖς χρείαν ἔχουσιν, οἷς ἀρωγὴν ταχινήν, σπεύσατε καταπέμψαι. 

Ἦθος τῆς εὐσεβείας, τῆς πατρῴας αὐτάδελφοι συνδιδάξατε, τοὺς νέους ἵνα πλάνας, αἱρέσεων καὶ ῥύπους, ἀθεΐας ἐκφύγωσι, καὶ ὥσπερ τέκνα φωτός, πορεύσωνται τὸν βίον. 

Θεοφίλητον κόραι, παρθενίαν φυλάξασαι καὶ ἐγκράτειαν, τὸν πάσης ἁμαρτίας, ἐπέκεινα ἐν κόσμῳ, Ἰησοῦν ἐσημήνατε, ᾯ ὑπὲρ νέων τρισσῶς, πρεσβεύσατε παρθένοι.
Θεοτοκίον.
Ἡ Σωτῆρα τεκοῦσα, τὸν τοῦ κόσμου Παρθένε, ῥῦσαι πρεσβείαις σου, Αὐτοῦ τὴν νεολαίαν, κρημνοῦ ἀπελπισίας, καὶ βυθοῦ ἀπογνώσεως, ὡς γὰρ αὐτῆς κραταιά, ἐν βίῳ προστασία.

Ωδὴ η΄. Τὸν Βασιλέα.
Στολὴν παρθένοι, τῆς παρθενίας τοὺς νέους, ἐνδυθῆναι πρεσβεύσατε κόραι, ὅπως εἰς Νυμφῶνα, εἰσέλθωσιν τὸν θεῖον.

Ἆρον τὸ βάρος, τριὰς μαρτύρων παθῶν μου, ἀπ’ ἐμοῦ καὶ κλοιὸν ἁμαρτίας, ἵνα τῷ Χριστῷ μου, δουλεύσω μετὰ φόβου.

Τὰς ἁμαρτίας, νεότητός μου Κυρίῳ, μὴ μνησθῆναι πρεσβεύσατε κόραι, καίπερ τηλικοῦτος, οὐ παύω ἁμαρτάνειν.
Θεοτοκίον.
Ἕλκυσον Κόρη, τὴν νεολαίαν ταχέως, πρὸς λιμένα Ἁγνὴ σωτηρίας, τὸν τῆς Ἐκκλησίας, Σεμνὴ τῆς Ὀρθοδόξου. 

Ωδὴ θ ΄. Κυρίως Θεοτόκον.
Ἡδέως προστασίαν, ἐκ τῶν ὀλεθρίων, καὶ ψυχοκτόνων σφαλμάτων παρθένοι σεμναί, τῇ εὐπαθῇ νεολαίᾳ ταχὺ παράσχεσθε.

Μολύνας ἰοβόλοις, πάθεσιν τὸ σῶμα, καὶ τὴν καρδίαν μου ὅλως αἰτοῦμαι ὑμῶν, τὸ ἀκεσίμβροτον κόραι χάριτος φάρμακον. 

Ἱκάνωσον ἐφήβους, δράκοντος συνθλᾶσαι, κάραν καὶ πάθη ποικίλα ψυχῆς ἀνελεῖν, τριὰς μαρτύρων καὶ στέφος θεῖον κομίσασθαι.

Δόξα.
Ναὸν τοῦ Παρακλήτου, εὔξασθε γενέσθαι, δι’ ἐγκρατείας τὸ σῶμα ἑκάστου ἡμῶν, θείᾳ Αὐτοῦ ἐπελεύσει παρθενομάρτυρες.
Καὶ νῦν.
Σωτῆρα ἡ τεκοῦσα, σῶσόν με Παρθένε, ἐπικρατοῦντα δεικνῦσά με φαύλων παθῶν, ὅτι εἰς σὲ ἀνεθέμην πᾶσαν ἐλπίδα μου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς καὶ τὰ παρόντα μεγαλυνάρια
Χαῖρε Χιονία ἡ εὐκλεής, χαίρετε Ἀγάπη καὶ Εἰρήνη αἱ θαυμασταί, αἱ καταβαλοῦσαι, τοῦ δαίμονος τὴν μῆνιν, καὶ τούτου καταργοῦσαι, τὰ διαβούλια.

Χάριν τὴν οὐράνιον μυστικῶς, πέμψατε τοῖς νέοις τοῖς τιμῶσιν ὑμᾶς σεμναί, ὥσπερ ἐν τῷ βίῳ, αὐτῶν καὶ ἐν ἀνάγκαις, προστάτιδαι καὶ πάντως, ὀξεῖαι ἔφοροι.

Ἔρωτι ἐτρώθητε θεϊκῷ, ἐν καρδίᾳ ὅλως ἀγαπήσασαι τὸν Χριστόν, μάρτυρες Κυρίου, διὸ τῆς αἰωνίου, ζωῆς ἐν Παραδείσῳ, ἀπολαμβάνετε.

Τοὺς καρποὺς τοῦ Πνεύματος δαψιλῶς, ἅγιαι αὐξῆσαι ἀξιώσατε καὶ ἡμᾶς, πίστιν καὶ ἀγάπην, πραότητα καὶ πᾶσαν, ἀγαθοσύνην κόραι, καὶ τὴν ἐγκράτειαν.

Τῆς ἁγιωτάτης καὶ Ἱερᾶς, Ἀποστολικῆς τε Μητροπόλεως θαυμασταί, Βεροίας Ναούσης, καὶ Καμπανίας πᾶσαν, Χριστοῦ τὴν νεολαίαν, περιφρουρήσατε.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ παρὸν Ἀπολυτίκιον
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον. (Γερασίμου).
Ὡς αὐτάδελφοι κόραι καὶ οὐρανόφρονες, πρὸς εὐσεβείας ἀγῶνας ὁμονοοῦσαι καλῶς, τὸν ἀρχέκακον ἐχθρὸν κατεπαλαίσατε, Χιονία ἡ σεμνή, σὺν Ἀγάπῃ τῇ κλυτῇ, Εἰρήνη ἡ πανολβία, καὶ νῦν Χριστὸν δυσωπεῖτε, ἐλεηθῆναι τὰς ψυχὰς ὑμῶν. 

Εἶτα ἐκτενὴς καὶ ἐν τῇ ἀπολύσει τὸ παρόν

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε τοῦ ἀρχαίου πτερνιστοῦ, ἐν τῇ ὑμετέρα ἀθλήσει, μάρτυρες ἔνδοξοι, σθένει συνεθλάσατε, τὴν πονηρὰν κεφαλήν, περιόπτου ἐτύχετε, αὐτάδελφοι νίκης, στέφος κομισάμεναι παρὰ Χριστοῦ τοῦ Θεοῦ, ὅθεν καὶ ἡμᾶς ἐν σταδίῳ, ἀρετῶν ὑπὲρ σωτηρίας, ἀγωνιζομένους ἐνισχύσατε.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δι’ εὐχῶν .....