Κύριε Ιησού Χριστέ, Υιέ Του Θεού, Ελέησόν Με Τον Αμαρτωλόν!!!

ΠΡΙΝ ΑΡΧΙΣΕΤΕ ΝΑ ΜΑΣ ΔΙΑΒΑΖΕΤΕ, ΠΡΕΠΕΙ ΝΑ ΓΝΩΡΙΖΕΤΕ ΤΑ ΕΞΗΣ...

* ΕΔΩ ΣΤΟ ''ΕΙΜΑΣΤΕ ΠΡΑΓΜΑΤΙΚΟΙ ΧΡΙΣΤΙΑΝΟΙ;'' ΔΕΝ ΑΣΧΟΛΟΥΜΑΣΤΕ ΜΕ ΘΕΜΑΤΑ ΕΚΤΟΣ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ.
* ΕΙΜΑΣΤΕ ΚΑΘΑΡΑ ΕΝΑΣ ΧΩΡΟΣ ΓΕΜΑΤΟ ΧΡΙΣΤΟ, ΠΙΣΤΗ ΚΑΙ ΟΡΘΟΔΟΞΙΑ.
* ΣΚΟΠΟΣ ΜΑΣ...ΕΙΝΑΙ ΝΑ ΒΛΕΠΟΥΜΕ ΤΑ ΧΑΛΙΑ ΜΑΣ ΚΑΙ ΝΑ ΔΥΝΑΜΩΣΟΥΜΕ ΟΣΟ ΜΠΟΡΟΥΜΕ ΤΗΝ ΠΙΣΤΗ ΜΑΣ.
* ΑΥΤΑ ΜΑΣ ΑΦΟΡΟΥΝ ΚΑΙ ΜΕ ΑΥΤΑ ΜΟΝΟ ΑΣΧΟΛΟΥΜΑΣΤΕ.
* Ο ΧΩΡΟΣ ΕΔΩ...ΕΙΝΑΙ ΜΟΝΟ ΓΙΑ ΨΥΧΙΚΗ & ΠΝΕΥΜΑΤΙΚΗ ΩΦΕΛΕΙΑ.
* ΟΛΑ ΕΙΝΑΙ ΑΠΛΑ ΚΑΙ ΚΑΤΑΝΟΗΤΑ ΓΙΑ ΟΛΟΥΣ.

Τρίτη, 9 Ιουλίου 2013

Παρακλητικός Κανών στους Αγίους Δώδεκα Αποστόλους


Παρακλητικός Κανών στους Αγίους Δώδεκα Αποστόλους
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τῶν Ἀποστόλων δωδεκάριθμε δῆμε, οἱ τοῦ Σωτῆρος Μαθηταί καί αὐτοπται, ὑπέρ ἠμῶν πρεσβεύσατε πρός Κύριον, ρύεσθαι ἑκάστοτε, πειρασμῶν καί κινδύνων, καί διδόναι ἄφεσιν, δυσωποῦμεν πταισμάτων, τοῖς προσιούσι πίστει ἀκλινεῖ, τή προστασία ὑμῶν ἀξιάγαστοι.χριστιανος.gr

Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. 

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ἡλίου ἀκτίνες τοῦ νοητοῦ, Χριστοῦ τοῦ Σωτῆρος, καί Ἀπόστολοι θαυμαστοί, παθῶν μου σκεδάσατε τό σκότος, ταῖς φωταυγέσιν ὑμῶν παρακλήσεσιν.
Ἀκρότης τυγχάνοντες Μαθητῶν, ὤ Πέτρε καί Παῦλε, ἀκαθάρτων ἠμᾶς παθῶν, ρύσασθε ὑμῶν ταί ἰκεσίαις, καί πολυτρόπων κινδύνων καί θλίψεων.
Πηγάζοντες ὕδωρ τό καθαρόν, ζωῆς αἰωνίου, δωδεκάριθμοι Μαθηταί, ποτίσατε νάμα σωτηρίας, τούς τηκομένους αἰχμῶ παραβάσεων.

Θεοτοκίον
Ὁ πάντων Δεσπότης καί Ποιητής, ἔκ σού ἐσαρκώθη, καί διέσωσε τόν Ἀδάμ, ὤ πρέσβευε Κόρη Θεομῆτορ, σῶσαι καμέ ἁμαρτίαις ὀλλύμενον.

Ὠδή γ'. Οὐρανίας ἁψίδος.
Σωτηρίας πρός τρῖβον, καί πρός ζωήν κρείττονα, σύν τῷ ἱερῶ Ἰακώβω, Ἀνδρέα πάνσοφε, καθοδηγήσατε, τούς ἀδιστάκτω καρδία, τήν ὑμῶν βοήθειαν, αἰτοῦντας πάντοτε.
Τῶν ἐχθρῶν τάς ἑφόδους, τάς κάθ΄ἠμῶν λύσατε, καί πειρατηρίων ποικίλων, ἠμᾶς λυτρώσασθε, ὤ Ἰωάννη σοφέ, σύν τῷ Φιλίππω τῷ θείω, ὡς μεσίται μέγιστοι, ἠμῶν πρός Κύριον.
Ὁλική διανοία, πίστει ὑμίν σπεύδομεν, δώδεκα Χριστοῦ μυστολέκται, καί ἀνακράζομεν ἐκ πάσης θλίψεως, καί ἀσθενείας καί βλάβης, ἀσινεῖς λυτρώσασθε, ἠμᾶς δεόμεθα.

Θεοτοκίον
Λυτρωτήν καί Σωτήρα, πάντων βροτῶν τέξασα, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, Χριστόν Πανύμνητε, τῆς τῶν δαιμόνων μέ, ἐπιδρομῆς καί μανίας, λύτρωσαι μέ δέομαι, τή σῆ χρηστότητι.
Διασωσον ὁ δωδεκάριθμος ἀριθμός δῆμος τῶν Ἀποστόλων, ἀπό πάσης ἐπιφορᾶς καί κακώσεως, τούς προσιόντας τή θεία ὑμῶν πρεσβεία.
Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα. Ἦχος β΄. Πρέσβεια θερμή.
Προστᾶται ἠμῶν, καί θεῖοι ἀντιλήπτορες, Χριστοῦ Μαθηταί, ὑπάρχοντες μή παύσησθε, ἀπαύστως ἐκλυτρούμενοι, τῶν ἐν βίω δεινῶν περιστάσεων, τούς τή ἁγία ὑμῶν ἀρωγή, ἐν πίστει καί πόθω καταφεύγοντας.

Ὠδή δ'. Εἰσακήκοα Κύριε.
Ὡς ἀστέρες ἀείφωτοι, σύν Βαρθολομαίω Θωμά μακάριε, τῷ φωτί τῶν πρεσβειῶν ὑμῶν, λύσατε τόν ζόφον τῆς καρδίας μου.
Νόμω θείω λαμπρύνατε, οἰα νομοθέται τῆς θείας χάριτος, σύν Ματθαίω Μάρκε ἔνδοξε, τούς τή φωταυγεία ὑμῶν σπεύδοντας.χριστιανος.gr
Χάριν θείαν καί ἔλεος, δώδεκα Ἀπόστολοι ἱερώτατοι, καί πταισμάτων ἀπολύτρωσιν, παρά τοῦ Χριστοῦ ἠμίν αἰτήσασθε.

Θεοτοκίον
Ἀειπάρθενε Δέσποινα, πάσης μεθοδείας τοῦ πολεμήτορος, τήν καρδίαν μου ἁπάλλαξον, καί φωτί μέ θείω καταλάμπρυνον.

Ὠδή ἐ'. Φώτισον ἠμᾶς.
Ρύσασθε ἠμᾶς, ὁ Ἰούδας ὁ θεάδελφος, καί Λουκᾶς ὁ μυστογράφος ὁ σοφός, ἐπηρείας τοῦ δολίου πολεμήτορος.
Ἴασαι Σωτήρ, τῆς ψυχῆς μου τά συντρίμματα, ταῖς πρεσβείαις τῶν κλεινῶν σου Μαθητῶν, Σίμωνος τέ καί Ματθία τοῦ θεοφρονος.
Σύστημα σεπτόν, δωδεκάριθμοι Ἀπόστολοι, τάς μυρίας τοῦ ἐχθροῦ ἐπιδρομάς, κάθ΄ἠμῶν κατασυντρίψατε δεόμεθα. 

Θεοτοκίον
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε Ἀειπάρθενε, ἐκ ματαίων ἐννοιῶν καί λογισμῶν, τήν καρδίαν καί τόν νοῦν μου ἀποκάθαρον.

Ὠδή στ'. Τήν δέησιν.
Ἐκ πάσης, ἐπιβουλῆς καί ἀπάτης, καί δεινῶν πειρατηρίων τοῦ βίου, Πέτρε καί Παῦλε αὐτοπται Κυρίου, ἀεί λυτροῦσθε τούς πίστει προσπίπτοντας, τή θαυμαστή ἐπισκοπή, τῆς ὑμῶν μεσιτείας πρός Κύριον.
Σαρκός μου, τάς χαλεπᾶς ἀρρωστίας, καί ψυχῆς τάς ἀφορήτους ὀδύνας, τή δεδομένη ὑμίν ἐξουσία, ὤ Ἰωάννη καί θεῖε Ἰάκωβε, γόνοι βροντῆς πανευκλεεῖς, θεραπεύσατε θάττον μακάριοι.
Κακίαν, τήν κάθ΄ἠμῶν τοῦ Βελίαρ, δωδεκάριθμε χορεία ἁγία, τῶν τοῦ Χριστοῦ ἱερῶν Ἀποστόλων, κατασυντρίψατε τάχος δεόμεθα, καί κυβερνήσατε ἠμᾶς, πρός λιμένα θείου θελήματος.

Θεοτοκίον
Ἐτέχθη, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ὁ τά ὄντα ἐκ μή ὄντων ποιήσας, ἐν ἡμετέρα μορφή Θεοτόκε, δί΄εὐσπλαχνίας ἀπέραντον πέλαγος, καί ἔσωσεν ἐκ τῆς ἀρᾶς, τούς ὑμνοῦντας τόν ἄφραστον τόκον σου.
Διασωσον ὁ δωδεκάριθμος δῆμος τῶν Ἀποστόλων, ἀπό πάσης ἐπιφορᾶς καί κακώσεως, τούς προσιόντας τή θεία ὑμῶν πρεσβεία.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἔπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.



Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β'. Ταῖς τῶν αἱμάτων σου.

Ὤ δωδεκάς Ἀποστόλων ἡ παντιμος, τή Παναγία Τριάδι πρεσβεύσατε, τοῦ ρύεσθαι πόνων καί θλίψεων, τούς τή πρεσβεία ὑμῶν καταφεύγοντας, ὤ Μύσται τῆς θείας χρηστότητος.

Προκείμενον.
Εἰς πάσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καί εἰς τά πέρατα τῆς οἰκουμένης τά ρήματα αὐτῶν.
Στίχ.: Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δέ χειρῶν αὐτοῦ ἀναγγέλλει τό στερέωμα.

Εὐαγγέλιον κατά Ματθαῖον (θ΄, 36. ι΄, 1-8).
Τῷ καιρῶ ἐκείνω, ἰδών ὁ Ἰησοῦς τούς ὄχλους, ἐσπλαχνίσθη περί αὐτῶν, ὅτι ἤσαν ἐκλελυμένοι, καί ἐρριμένοι ὡς πρόβατα μή ἔχοντα ποιμένα. Καί προσκαλεσάμενος τούς δώδεκα Μαθητᾶς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καί θεραπεύειν πάσαν νόσον καί πάσαν μαλακίαν. Τῶν δέ δώδεκα Ἀποστόλων τά ὀνόματα εἰσι ταῦτα πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καί Ἀνδρέας ὁ ἀδελφός αὐτοῦ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καί Ἰωάννης ὁ ἀδελφός αὐτοῦ Φιλοππος καί Βαρθολομαῖος Θωμάς καί Ματθαῖος ὁ τελώνης Ἰάκωβος ὁ τοῦ Ἀλφαίου, καί Λεββαῖος ὁ ἐπικληθεῖς Θαδδαῖος Σίμων ὁ Κανανίτης, καί Ἰούδας ὁ Ἰσκαριώτης, ὁ καί παραδούς αὐτόν. Τούτους τούς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων εἰς ὁδόν ἐθνῶν μή ἀπέλθητε, καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε πορεύεσθε δέ μᾶλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε δωρεάν ἐλάβετε, δωρεάν δότε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. χριστιανος.gr
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.
Δῆμε δωδεκάριθμε, τῶν ἱερῶν Ἀποστόλων, τῆς σοφίας ὄργανα, τοῦ Ἁγίου Πνεύματος θεῖοι ρήτορες, οἱ τήν γῆν ἅπασαν, πίστεως τῷ φέγγει, ἱερῶς καταφωτίσαντες, πολλήν ὡς ἔχοντες, πρός τόν Βασιλέα καί Κύριον, τήν παρρησίαν ἔνδοξοι, ἴλεων αὐτόν ἀπεργάσασθε, πάσι τοῖς ἐν πίστει, προστρέσουσιν ὑμῶν τή ἀρωγή, καί ἑξαιτούσιν ἑκάστοτε, ὑμῶν τήν ἀντίληψιν..

Ὁ Ἱερεύς: 
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου ....... (τῆς ἡμέρας), καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.
Παθημάτων τήν φλόγα, ἐπομβρίαις ἁγίαις Ἀνδρέα ἔνδοξε, καί Φίλιππε τρισμάκαρ, σβέσατε δυσωποῦμεν, τῶν βοώντων ἑκάστοτε ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.
Ἐκ παθῶν καί κινδύνων, ἀνωτέρους τηρεῖτε ἠμᾶς δεόμεθα, σοφέ Βαρθολομαῖε, Θωμά τέ θεηγόρε, ἴνα πόθω κραυγάζωμεν ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.
Γεωργοί θεηγόροι, ἀμπελῶνος τοῦ θείου σοφοί Ἀπόστολοι, νεώσατε ἀρότρω, τῷ θείω τάς καρδίας, τῶν βοώντων ἑκάστοτε ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.

Θεοτοκίον
Ἐν ὀδύνη καρδίας, σοί προσπίπτω Παρθένε, καί ἀνακράζω σοί παθῶν τῆς τυραννίδος, ἁπάλλαξον τόν νοῦν μου, καί βοώντα μέ οἴκτειρον ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.χριστιανος.gr

Ὠδή ἡ'. Τόν Βασιλέα.
Ρείθροις ἀΰλοις, τήν ξηρανθεῖσαν ψυχήν μου, καταρδεύσατε Ματθαῖε θεηγόρε, καί Μάρκε θεοφρον, ὡς Μαθηταί Κυρίου.
Ἀκτίσι θείαις, ὑμῶν τῆς θείας πρεσβείας, καταυγάσατε ἠμῶν τάς διανοίας, Σίμων θεηγόρε, Λουκᾶ τέ καί Ματθία.χριστιανος.gr
Σύστημα θεῖον, τῶν ἱερῶν Ἀποστόλων, δωδεκάκρουνε πηγή τῆς Ἐκκλησίας, βλύσατε μοί ὕδωρ, ζωῆς τῆς ἀθανάτου.

Θεοτοκίον
Ἴασαι Κόρη, τήν ἀσθενοῦσαν ψυχήν μου, ἁμαρτήμασι καί λογισμοῖς ἀτόποις, ἴνα σέ δοξάζω, τήν Κεχαριτωμένην..

Ὠδή θ'. Κυρίως Θεοτόκον.
Μή παύσησθε πρεσβεύειν, ὑπέρ ἠμῶν Κυρίω, Πέτρε καί Παῦλε, Ἀνδρέα Ἰάκωβε, ὡς ἄν ζωῆς τῆς ἀλήκτου ἀξιωθείημεν.
Οἱ μύσται τοῦ Σωτῆρος, μάκαρ Ἰωάννη, Βαρθολομαῖε Ἰούδα καί Φίλιππε, Θωμά Λουκᾶ καί Ματθαῖε ἠμᾶς φρουρήσατε.
Ὑψίστου παραστᾶται, Μάρκε καί Ματθία, καί θεῖε Σίμων ἀπαύστως πρεσβεύετε, ἁμαρτημάτων διδόναι ἠμίν συγχώρησιν.

Θεοτοκίον
Ὑπέρ τῶν προσκυνούντων, τόν φρικτόν σου τόκον, δί΄οὐ φθορᾶς καί θανάτου ἐρρύσθημεν, ὑπεραγία Παρθένε ἀπαύστως πρέσβευε.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια
Χαίροις Ἀποστόλων ἡ δωδεκάς, τῆς οἰκονομίας τοῦ Σωτῆρος μυσταγωγοί χαίρετε φωστῆρες, ἁπάσης οἰκουμένης, σοφίας ὑπερκόσμου, ἐνδιαιτήματα.
Πέτρον Παῦλον Μάρκον καί τόν Λουκᾶν, Ματθαῖον Ἀνδρέαν, Ἰωάννην τέ καί Θωμᾶν, καί Βαρθολομαῖον, καί Φίλιππον Ἰούδαν, καί Σίμωνα Ματθίαν, ὕμνοις τιμήσωμεν.
Μύσται τοῦ Σωτῆρος καί Μαθηταί, τοῦ σαρκί φανέντος, καθωράθητε ἀληθῶς, καί τῶν οὐρανίων, ἐπόπται μυστηρίων, Ἀπόστολοι Κυρίου, θεοειδέστατοι.
Ρύσασθε κινδύνων καί πειρασμῶν, καί πάσης ἀνάγκης δωδεκάριθμοι Μαθηταί, τοῦ Παμβασιλέως, ὑμῶν ταῖς ἰκεσίαις, τούς τή σεπτή πρεσβεία, ὑμῶν προστρέχοντας.
Χαίρετε τῆς χάριτος θησαυροί, καί τῶν ἐν τῷ σκότει, λαμπαδοῦχοι καί ὁδηγοί χαίρετε προστᾶται, Χριστοῦ τῆς Ἐκκλησίας, καί βοηθοί ἁπάντων, θεῖοι Ἀπόστολοι.
Ἔχοντες μεγίστην πρός τόν Χριστόν, παρρησίαν ὄντως, δωδεκάριθμοι Μαθηταί, ἀεί δυσωπεῖτε, παθῶν διδόναι λύσιν, καί ἄφεσιν πταισμάτων, ἠμίν δεόμεθα.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον 
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Τά συνήθη τροπάρια, ἐκτενής καί ἀπόλυσις, μέθ΄ἤν τό ἑξῆς:
Ἦχος, β'. Ὄτε ἐκ τοῦ ξύλου.

Μύσται καί Ἀπόστολοι Χριστοῦ, οἱ τῆς Ἐκκλησίας φωστῆρες, ἀειλαμπέστατοι, δῆμε δωδεκάριθμε, καί θεοσύλλεκτε, τάς δεήσεις προσδέξασθε, ἠμῶν δυσωποῦμεν, καί μή διαλίπητε, Χριστῷ πρεσβεύοντες, ὅπως πειρασμῶν καί κινδύνων, καί πειρατηρίων παντοίων, πάντοτε ρυώμεθα δεόμεθα.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Δίστιχον
Δέξαι δωδεκάριθμε σεπτή χορεία
Τήν παροῦσαν δέησιν τοῦ Γερασίμου.