Προεπισκόπηση

Τρίτη 9 Ιουλίου 2013

Παρακλητικός Κανόνας Ἁγίου Ἱερομάρτυρος Εὐσεβίου, Ἐπισκόπου

Παρακλητικός Κανόνας Ἁγίου Ἱερομάρτυρος Εὐσεβίου, Ἐπισκόπου Σαμοσάτων.

Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν
Τὶ σε ὀνομάσωμεν ἔνδοξε; Ἱεράρχην ἀληθῆ, καὶ ἱερὸν δογματιστήν, ὀρθοδόξων στηριγμόν, καὶ Ἐκκλησίας ὀφθαλμόν, φωστῆρα, νοητὸν φῶς ἀπαστράπτοντα, Μαρτύρων, εὐκληρίᾳ διαπρέποντα, τῆς ἀληθείας ὑπέρμαχον, μέγαν τοῦ ψεύδους κατήγορον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶ σε Ἱεράρχα προσφθέγξωμαι; ποταμὸν τῆς νοητῆς, ἐκπορευόμενον Ἐδέμ, καταρδεύοντα τὴν γῆν, ἐπιρροαῖς πνευματικαῖς, κρατῆρα, θείου νάματος πληρούμενον, Ἀρείου, τοὺς ὁμόφρονας βυθίζοντα, στῦλον πυρὸς προηγούμενον, νέου λαοῦ θείᾳ χάριτι, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Τὶ σε ὀνομάσω Εὐσέβιε; εὐσεβείας ποριστήν, καὶ ἀσεβείας μειωτήν, ἀθλοφόρων καλλονήν, καὶ Ἱερέων χαρμονήν, δρεπάνην, τὰ ζιζάνια ἐκτέμνουσαν, τὸν σῖτον, τόν οὐράνιον συνάγουσαν· πηγὴν θαυμάτων ἀέναον, νόσων ἐξαίρουσαν καύσωνα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τίνι ὡμοιώθης ταλαίπωρε, πρὸς μετάνοιαν οὐδόλως, ἀνανεύουσα ψυχή, καὶ τὸ πῦρ μὴ δειλιῶσα, τῶν κακῶν ἐπιμονῇ; Ἀνάστα, καὶ τὴν μόνην πρὸς ἀντίληψιν, ταχεῖαν, ἐπικάλεσαι καὶ βοήθησον. Τὸν σὸν Υἱὸν καὶ Θεὸν ἡμῶν, μὴ διαλίπῃς πρεσβεύουσα, ῥυσθῆναί με, τῶν παγίδων τοῦ ἀλάστορος.
Ἢ Σταυροθεοτοκίον
Ἄρνα ἡ ἀμνὰς ὡς ἑώρακεν, ἐπὶ ξύλου ἡπλωμένον, ἑκουσίως σταυρικοῦ, ἀνεβόα μητρικῶς, ὀδυρομένη ἐν κλαυθμῷ· Υἱέ μου, τὶ τὸ ξένον τοῦτο θέαμα, ὁ πᾶσι, τήν ζωὴν νέμων ὡς Κύριος. πῶς θανατοῦσαι μακρόθυμε, βροτοῖς παρέχων ἀνάστασιν· Δοξάζω σου, τὴν πολλὴν Θεέ μου συγκατάβασιν. 

N ΨΑΛΜΟΣ

Ωδὴ α'
Ἦχος πλ. δ' Ἡ κεκομμένη 
Τῷ ἀκροτάτῳ φωτὶ ἐλλαμπόμενος, καὶ Ἱερέων χοροῖς, μάκαρ συνταττόμενος, καὶ ταῖς μαρτυρικαῖς εὐκλείαις ἐγκοσμούμενος, τοὺς πίστει ἑορτάζοντας τὴν σήν, Εὐσέβιε μακάριε, μνήμην περιφύλαττε, Χριστὸν ἐξιλεούμενος. 

Ἤδη τῷ πόθῳ Χριστοῦ πυρπολούμενος, ἀπὸ νεότητος σήν, σάρκα καθυπέταξας, παμμάκαρ τῆς ψυχῆς ταῖς ἱεραῖς δυνάμεσι, καὶ σκεῦος ἱερὸν ἀποδειχθείς, λαὸν ἐν ὁσιότητι, Ὅσιε ἐποίμανας, χρισθεὶς μύρῳ τῆς χάριτος. 

Σὲ ποιμενάρχην τὸ Πνεῦμα προβάλλεται, αἱρετιζόντων ἀχλύν, λόγοις σελασφόροις σου, σκεδάζοντα σοφέ, καὶ προφανῶς δεικνύοντα, τὴν τρίβον τὴν ὀρθήν, τοῖς ἐν αὐτῇ ὁσίως ἐπιβαίνουσι, μέγιστε Εὐσέβιε, φωστὴρ τῶν καρδιῶν ἡμῶν.
Θεοτοκίον
Εὐλογημένη Θεὸν ἡ κυήσασα, τοὺς εὐλογοῦντάς σε νῦν , Ἄχραντε εὐλόγησον, καὶ πρὸς τὰς ἀγαθὰς εἰσόδους χειραγώγησον, καὶ ἔμπλησον ἐνθέων ἀρετῶν, καὶ ψάλλειν ἐνδυνάμωσον, τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται. 

Ωδὴ γ' 
Τὸν φόβον σου Κύριε 
Ὑπήρξας πρᾶος καὶ ἀνεξίκακος, ταπεινόφρων καὶ μέτριος, καὶ ἀγάπης θείας ἔμπλεως, Μαρτύρων ἐπὶ τέλει, κοσμηθεὶς στεφάνῳ. 

Στολαῖς ταῖς ἐξ αἵματος Εὐσέβιε, ἱερώτατε λαμπόμενος, εἰς τὰ Ἅγια ἀνέδραμες, φαιδρῶς τὰ τῶν Ἁγίων, δόξῃ ἐστεμμένος. 

Ἐλέγχων Ἀρείου τοὺς ὁμόφρονας, διωγμοὺς Μάκαρ ὑπήνεγκας, βιαιότατόν τε θάνατον· διὸ τῆς ἀθανάτου δόξης ἠξιώθης. 
Θεοτοκίον
Βουλήσει Πατρὸς τὸν Λόγον τέτοκας, ἐπελεύσει Πνεύματος, Παναγία Μητροπάρθενε, Ἀρχιερέων δόξα· ὅθεν σε ὑμνοῦμεν. 

Κάθισμα Ἦχος δ'

Ταχὺ προκατάλαβε
Φαιδρύνας τὸν βίον σου, τῶν ἀρετῶν καλλοναῖς, Ποιμὴν ἀνηγόρευσαι, καὶ Ἱεράρχης σεπτός, παμμάκαρ Εὐσέβιε, αἵματι δὲ Μαρτύρων, σεαυτὸν ὡραΐσας, ἄνω πρὸς τάς ἀΰλους, μετετέθης χορείας, μεθ' ὧν ὑπὲρ ἡμῶν τὸν Χριστὸν Πάτερ ἱκέτευε. 
Θεοτοκίον
Ἐλπὶς ἀκαταίσχυντε, τῶν πεποιθότων εἰς σέ, ἡ μόνη κυήσασα, ὑπερφυῶς ἐν σαρκί, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦτον σὺν τοὶς Ἁγίοις, Ἀποστόλοις δυσώπει, δοῦναι τῇ οἰκουμένῃ, ἱλασμὸν καὶ εἰρήνην, καὶ πᾶσιν ἡμῖν πρὸ τέλους, βίου διόρθωσιν. 
Ἢ Σταυροθεοτοκίον
Παρθένε πανάμωμε, μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὅνπερ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι. 

Ωδὴ δ'
Ἐξ ὄρους κατασκίου 
Ἔστησας σοφέ, τῆς πλάνης σηπεδόνα, ἅλατι τῶν σῶν, νοστίμων διδαγμάτων, καὶ τοὺς νοσοῦντας αἱρέσει κακοπιστίας, μάκαρ ὑγείωσας Εὐσέβιε. 

Ἴθυνας λαόν, πρὸς ὅρμον σωτηρίας Ἀρειανικήν, βυθίσας ἀπιστίαν, τῇ τῶν αἱμάτων πλημμύρᾳ, Ποιμὴν καὶ Μάρτυς, Ἀρχιερέων ἐγκαλλώπισμα. 

Ἄστρον φαεινόν, ἀνέτειλας ἐν κόσμῳ, φέγγει ἱερῶν, δογμάτων καταυγάζων, τὰς διανοίας Παμμάκαρ τῶν ὀρθοδόξων· ὅθεν πιστῶς σε μακαρίζομεν. 
Θεοτοκίον
Στόματι Ἁγνή, καὶ γλώσσῃ καὶ καρδίᾳ, καθομολογῶ, τοῦ Κτίστου σε Μητέρα, καὶ δυσωπῶ σε· Καταύγασον τὴν ψυχήν μου, ἐσκοτισμένην πλημμελήμασιν. 

Ωδὴ ε'
Ὁ ἐκ νυκτὸς ἀγνοίας 
Ταῖς διδαχαῖς σου Μάκαρ, τῶν ὀρθοδόξων στηρίζων τὸ φρόνημα, ὑπὲρ τῆς εὐσεβείας, τὰς ὑπερορίας ὑπήνεγκας. 

Ὀρθοδοξίας στήλην, καὶ ἰαμάτων πηγὴν σε γινώσκομεν, πάνσοφε Ἱεράρχα, καὶ τῆς Ἐκκλησίας ἑδραίωμα. 
Νομοθεσίαις θείαις, τοὺς ἀνομοῦντας στηρίζων ἐν χάριτι, ὑπὸ χειρὸς ἀνόμου, ἄδικον ὑπέμεινας θάνατον. 
Θεοτοκίον
Φωτιστικὴ λυχνία, Θεοκυῆτορ τὸ θεῖον λαμπάδιον, φέρουσα ἐγνωρίσθης, πάντα καταυγάζον τὰ πέρατα. 

Ωδὴ ς'
Τὴν δέησιν, ἐκχεῶ 
Ἐκήρυξας, ὁμοούσιον Λόγον, καὶ συνάναρχον Πατρὶ τὸν Σωτῆρα, τῆς βδελυρᾶς, τοῦ Ἀρείου μανίας, ἐξαφανίσας τὸ μάταιον φρόνημα, Εὐσέβιε των εὐσεβῶν, ἀρραγές καὶ στερρὸν περιτείχισμα. 

Ῥαντίσματι, τῶν σεπτῶν σου αἱμάτων, πορφυρίδα σεαυτῷ ἐπιχρώσας, βασιλικήν, προσεχώρησας Πάτερ, μέτ' εὐφροσύνης εἰς θεῖα βασίλεια, παρίστασθαι τῷ βασιλεῖ, τῶν αἰώνων παμμάκαρ Εὐσέβιε. 

Ὡς ῥόδον, ὡς εὐωδέστατον κρίνον, ὡς Παράδεισος Θεοῦ ἀνεδείχθης, μέσον ζωῆς, κεκτημένος τὸ ξύλον, τὸν φυτουργὸν τῶν ἁπάντων καὶ Κύριον, Εὐσέβιε καὶ νῦν ἡμᾶς, εὐωδίας πληροῖς θείου Πνεύματος. 
Θεοτοκίον
Νοήσαντες, θεηγόροι Προφῆται, μυστηρίου σου τὸ ἄπειρον βάθος, τοῦτο σαφῶς, προεδήλωσαν Κόρη, δι' αἰνιγμάτων καὶ θείων προρρήσεων· τὸν Λόγον γὰρ τὸν τοῦ Πατρός, ὑπὲρ λόγον Ἁγνὴ ἐσωμάτωσας. 

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ Οἴκω Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἠμῶν ἑξανθήσουσιν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ἰωάννην (Κέφ. ἴε΄ Ι7-ἶς 2).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμίν, ἴνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὅ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμέ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε ὁ κόσμος ἄν τό ἴδιον ἐφίλει• ὅτι δέ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἄλλ΄ ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διά τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγώ εἶπον ὑμίν. 
Οὐκ ἐστί δοῦλος μείζων του κυρίου αὐτοῦ. Εἰ ἐμέ ἐδίωξαν, καί ὑμᾶς διώξουσιν εἰ τόν λόγον μου ἐτήρησαν, καί τόν ὑμέτερον τηρήσουσιν. ΄λλά ταῦτα πάντα ποιήσουσιν ὑμίν διά τό ὄνομά μου, ὅτι οὔχ οἴδασι τόν πέμψαντα μέ. Εἰ μή ἦλθον καί ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. νῦν δέ πρόφασιν οὐκ ἔχουσι περί τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμέ μισῶν καί τόν Πατέρα μου μισεῖ. Εἰ τά ἔργα μή ἐποίησα ἐν αὐτοῖς, ἅ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον νῦν δέ καί ἐωράκασι καί μεμισήκασι καί ἐμέ καί τόν Πατέρα μου. Ἄλλ΄ ἴνα πληρωθῆ, ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμω αὐτῶν, ὅτι ἐμίσησαν μέ δωρεάν. Ὅταν δέ ἔλθει ὁ Παράκλητος, ὄν ἐγώ πέμψω ὑμίν παρά τοῦ Πατρός, τό Πνεῦμα τῆς ἀληθείας, ὅ παρά τοῦ Πατρός ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περί ἐμοῦ• καί ὑμεῖς δέ μαρτυρεῖτε ὅτι ἄπ΄ ἀρχῆς μέτ΄ ἐμοῦ ἔστε. Ταῦτα λελάληκα ὑμίν, ἴνα μή σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς• ἄλλ΄ ἔρχεται ὥρα, ἴνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξη λατρείαν προσφέρειν τῷ Θεῶ.

Δόξα Πατρί ….

Ωδὴ ζ'
Παῖδες Ἑβραίων 
Ὕμνοις σχολάζων Ἱεράρχα, καὶ δεήσεσιν, ἐκοίμισας τὰ πάθη, καὶ ἡμῶν τῶν Πιστῶν, ἄγρυπνος ὤφθης φύλαξ, τῶν εὐσεβῶς ὑμνούντων σε, καὶ τελούντων σου τὴν μνήμην. 

Μάρτυς δειχθεὶς καί, Ἱεράρχης, τὰ οὐράνια, ἐνθέως ἐκληρώσω, καὶ τῷ θρόνῳ βοῶν παρίστασαι τοῦ Κτίστου· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. 

Ὄρθρος ἀνέτειλας κηρύττων, τὸν ἐκλάμψαντα Πατρὸς πρὸ ἑωσφόρου, Ἰησοῦν τὸν Χριστόν, φωστὴρ τῆς Ἐκκλησίας, Ἱεραρχῶν ἀγλάϊσμα, ἀθλοφόρων ὡραιότης. 
Θεοτοκίον
Νόμους τῆς φύσεως Παρθένε, τῇ κυήσει σου, καινίζεις παραδόξως, καὶ φθαρέντας ἡμᾶς, κακίστῃ παραβάσει, ἀναχωνεύεις· ὅθεν σε, κατὰ χρέος εὐφημοῦμεν. 

Ωδὴ η'
Οἱ θεορρήμονες Παῖδες 
Σὺν Ἱεράρχαις καὶ Μάρτυσι δυσώπει, ὡς Ἱεράρχης καὶ Μάρτυς Ἱεροκήρυξ Εὐσέβιε, τὸν Σωτῆρα τῶν ὅλων, εὑρεῖν ἡμᾶς ἔλεος. 

Ἐν ἀγαθῇ συνειδήσει διαπρέπων, καὶ βακτηρίᾳ τῶν λόγων, τὸ Ἱερὸν νέμων ποίμνιον, τῆς αἱρέσεως θῆρας, Παμμάκαρ ἀπήλασας. 

Βεβαρυμμένους τῇ μέθῃ τῆς ἀπάτης, τοὺς αἱρετίζοντας μάτην, σὺ διελέγχων Εὐσέβιε, ὑπ' αὐτῶν ἀνῃρέθης, ἀθλήσας στερρότατα. 
Θεοτοκίον
Ὡς ἀνωτέρα τῶν θείων ὑψωμάτων ὕψιστον ἔτεκες Λόγον, τὸν ἀπὸ τῆς γῆς ἀνυψώσαντα, τὴν πεσοῦσαν οὐσίαν ἀνθρώπων Πανύμνητε. 

Ωδὴ θ'
Κυρίως Θεοτόκον
Ἰδεῖν κατηξιώθης, Πάτερ τὰ μακρόθεν, τῇ ἱερᾷ σου ψυχῇ ἐλπιζόμενα, καὶ πρὸς ἀνέσπερον φέγγος, χαίρων ἐσκήνωσας. 

Ὡραῖος ἀπεφάνθης, ταῖς θεηγορίαις, καὶ ἀγαθαῖς ἐργασίαις Εὐσέβιε, καὶ ταῖς παντίμοις τῶν ἄθλων, μάκαρ λαμπρότησι. 

Στησώμεθα χορείαν, ἐν ἀγγαλλιάσει, τὸν ἱερὸν εὐφημοῦντες Εὐσέβιον, τῆς εὐσεβείας τῷ κάλλει ἀγλαϊζόμενον. 

Ἡ θήκη σου μυρίζει, χάριν ἰαμάτων, ἡ δὲ ἁγία σου μνήμη Εὐσέβιε, καταφωτίζει τὸν Κόσμον, ὡς μέγας ἥλιος. 
Θεοτοκίον
Φιλάγαθε Παρθένε, τὴν κεκακωμένην, τῇ ἁμαρτίᾳ ψυχήν μου ἀγάθυνον, ἡ τὸν πανάγαθον Λόγον, σαρκὶ κυήσασα.

Αξιον Εστί ως αληθώς..
Μεγαλυνάριον.
Χαίροις της Τριάδος μυσταγωγέ, και των Σαμοσάτων, ποιμενάρχα και οδηγέ. Χαίροις ο του Λόγου, πιών μετ’ ευφροσύνης, ποτήριον το θείον, μάκαρ Ευσέβιε.
Πασαι των Αγγέλων…

Απολυτίκιον. Ήχος δ’. Ταχύ προκατάλαβε.
Σοφίας του Πνεύματος, καταυγασθείς τω φωτί, τον λόγον ετράνωσας, της ευσεβείας ημίν, Ευσέβιε ένδοξε’ συ γαρ ιεραρχήσας, ευσεβώς τη Τριάδι, ήθλησας θεοφρόνως, και την πλάνην καθείλες. Και νυν Πάτερ δυσώπησον, σώζεσθαι άπαντας.

Κοντάκιον. Ήχος πλ. δ’. Τη υπερμάχω.
Της ευσεβείας κατασπείρας τα διδάγματα, τα του Αρείου εναπέτεμες ζιζάνια, και Μαρτύρων τω στεφάνω κατεκοσμήθης’ Τον γαρ Λόγον συν Πατρί τε και τω Πνεύματι,Ομοούσιον και σύνθρονον εκήρυξας.Όθεν κράζομεν, χαίροις Πάτερ Ευσέβιε.

Δι ευχών..